Stari zavet
Tada odgovori Vildad Sušanin i reče:
ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει·
Dokle ćeš tako govoriti? i riječi usta tvojih dokle će biti kao silan vjetar?
μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυρρῆμον τοῦ στόματός σου;
Eda li Bog krivo sudi? ili svemogući izvrće pravdu?
μὴ ὁ Κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
Što su sinovi tvoji zgriješili njemu, zato ih je dao bezakonju njihovu.
εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
A ti da potražiš Boga i pomoliš se svemogućemu,
σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος.
Ako si čist i prav, zaista će se prenuti za te i čestit će učiniti pravedan stan tvoj;
εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης·
I početak će tvoj biti malen, a pošljedak će ti biti vrlo velik.
ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.
Jer pitaj pređašnji naraštaj, i nastani da razbereš od otaca njihovijeh;
ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
Jer smo mi jučerašnji, i ne znamo ništa, jer su naši dani na zemlji sjen.
χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.
Neće li te oni naučiti? neće li ti kazati i iz srca svojega iznijeti riječi?
ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ρήματα;
Niče li sita bez vlage? raste li rogoz bez vode?
μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;
Dok se još zeleni, dok se ne pokosi, suši se prije svake trave.
ἔτι ὂν ἐπὶ ρίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;
Take su staze svijeh koji zaboravljaju Boga, i nadanje licemjerovo propada.
οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται.
Njegovo se nadanje podlama i uzdanje je njegovo kuća paukova;
ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
Nasloni se na kuću svoju, ali ona ne stoji tvrdo; uhvati se za nju, ali se ona ne može održati.
ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ·
Zeleni se na suncu, i uvrh vrta njegova pružaju se ogranci njegovi;
ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ράδαμνος αὐτοῦ ἐξελεύσεται.
Žile njegove zapleću se kod izvora, i na mjestu kamenitu širi se;
ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
Ali kad se iščupa iz mjesta svojega, ono ga se odriče: nijesam te vidjelo.
ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα,
Eto, to je radost od njegova puta; a iz praha niče drugi.
ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.
Gle, Bog ne odbacuje dobroga, ali ne prihvata za ruku zlikovca.
ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
Još će napuniti usta tvoja smijeha i usne tvoje popijevanja.
ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
Nenavidnici tvoji obući će se u sramotu, i šatora bezbožničkoga neće biti.
οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.