Stari zavet
Poslije stade se tužiti narod da mu je teško; a to ne bi po volji Gospodu; i kad Gospod ču, razgnjevi se; i raspali se na njih oganj Gospodnji, i sažeže krajnje u okolu.
ΚΑΙ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου, καὶ ἤκουσε Κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς.
Tada zavapi narod k Mojsiju, a Mojsije se pomoli Gospodu, i ugasi se oganj.
καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν, καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ.
I prozva se ono mjesto Tavera, jer se raspali na njih oganj Gospodnji.
καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς παρὰ Κυρίου.
A svjetina što bijaše među njima, bješe vrlo lakoma, te i sinovi Izrailjevi stadoše plakati govoreći: ko će nas nahraniti mesa?
Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ καὶ εἶπαν· τίς ἡμᾶς ψωμιεῖ κρέα;
Opomenusmo se riba što jeđasmo u Misiru zabadava, i krastavaca i dinja i luka crnoga i bijeloga.
ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ τοὺς σικύους καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα·
A sada posahnu duša naša, nema ništa osim mane pred očima našima.
νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν·
A mana bješe kao sjeme korijandrovo, a boja mu bješe kao boja u bdela.
τὸ δὲ μάννα ὡσεὶ σπέρμα κορίου ἐστί, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου·
I izlažaše narod, te kupljahu, i meljahu na žrvnjima ili tucahu u stupama, i kuhahu u kotlu, ili miješahu pogače; a kus joj bijaše kao kus od novoga ulja.
καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυΐᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας, καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου·
I kad padaše rosa po okolu noću, padaše s njom i mana.
καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός, κατέβαινε τὸ μάννα ἐπ' αὐτῆς.
I ču Mojsije gdje narod plače u porodicama svojim, svaki na vratima od šatora svojega; i Gospod se razgnjevi vrlo, i Mojsiju bi teško.
καὶ ἤκουσε Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα, καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν.
Pa reče Mojsije Gospodu: zašto učini tako zlo sluzi svojemu? i zašto ne nađoh milosti pred tobom, nego metnu na me teret svega naroda ovoga?
καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διατί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ;
Eda li ja začeh sav ovaj narod? eda li ga ja rodih, kad mi kažeš: iznesi ga u naručju svojem, kao što nosi dojilja dijete, u onu zemlju za koju si se zakleo ocima njihovijem.
μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτούς, ὅτι λέγεις μοι, λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν;
Otkuda meni mesa da dam svemu ovom narodu? jer plaču preda mnom govoreći: daj nam mesa da jedemo.
πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπ' ἐμοί, λέγοντες· δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν.
Ne mogu ja sam nositi svega naroda ovoga, jer je teško za mene.
οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστι τὸ ρῆμα τοῦτο.
Ako ćeš tako činiti sa mnom, ubij me bolje, ako sam našao milost pred tobom, da ne gledam zla svojega.
εἰ δ' οὕτω σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου.
A Gospod reče Mojsiju: saberi mi sedamdeset ljudi između starješina Izrailjevijeh, koje znaš da su starješine narodu i upravitelji njegovi, i dovedi ih k šatoru od sastanka, neka ondje stanu s tobom.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν. καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
Tada ću sići i govoriti ondje s tobom, i uzeću od duha koji je na tebi i metnuću na njih, da nose s tobom teret narodni i da ne nosiš ti sam.
καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.
A narodu reci: pripravite se za sjutra da jedete mesa, jer plakaste da Gospod ču, i rekoste: ko će nas nahraniti mesa? jer nam dobro bijaše u Misiru. Daće vam dakle Gospod mesa i ješćete.
καὶ τῷ λαῷ ἐρεῖς· ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἔναντι Κυρίου λέγοντες· τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ. καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα.
Nećete jesti jedan dan, ni dva dana, ni pet dana, ni deset dana, ni dvadeset dana;
οὐχ ἡμέραν μίαν φάγεσθε, οὐδὲ δύο, οὐδὲ πέντε ἡμέρας, οὐδὲ δέκα ἡμέρας, οὐδὲ εἴκοσιν ἡμέρας.
Nego cio mjesec dana, dokle vam na nos ne udari i ne ogadi vam se, zato što odbaciste Gospoda koji je među vama i plakaste pred njim govoreći: zašto izidosmo iz Misira?
ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν. καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες· ἱνατί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;
A Mojsije reče: šest stotina tisuća pješaka ima naroda, u kojem sam, pa ti kažeš: daću im mesa da jedu cio mjesec dana.
καὶ εἶπε Μωυσῆς· ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς. καὶ σὺ εἶπας, κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν.
Eda li će im se poklati ovce i goveda da im dostane? ili će im se pokupiti sve ribe morske da im bude dosta?
μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;
A Gospod reče Mojsiju: zar ruka Gospodnja neće biti dovoljna? Vidjećeš hoće li biti što ti rekoh ili neće.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ.
I Mojsije izide i reče narodu riječi Gospodnje; i sabra sedamdeset ljudi između starješina narodnijeh, i postavi ih oko šatora.
καὶ ἐξῆλθε Μωυσῆς καὶ ἐλάλησε πρὸς τὸν λαὸν τὰ ρήματα Κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς.
I Gospod siđe u oblaku, i govori k njemu, i uzevši od duha koji bješe na njemu metnu na onijeh sedamdeset ljudi starješina; i kad duh dođe na njih, prorokovahu, ali više nikad.
καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ' αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπ' αὐτούς, καὶ ἐπροφήτευσαν καὶ οὐκ ἔτι προσέθεντο.
A dva čovjeka ostaše u okolu, jednom bješe ime Eldad, a drugom Modad, na koje dođe duh, jer i oni bijahu zapisani ali ne dođoše k šatoru, i stadoše prorokovati u okolu.
καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἑλδὰδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ, καὶ ἐπανεπαύσατο ἐπ' αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ.
I dotrča momak, te javi Mojsiju govoreći: Eldad i Modad prorokuju u okolu.
καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλε Μωυσῇ καὶ εἶπε λέγων· Ἑλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ.
A Isus sin Navin, sluga Mojsijev, jedan od momaka njegovijeh, reče govoreći: Mojsije gospodaru moj, zabrani im.
καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτός, εἶπε· κύριε Μωυσῆ, κώλυσον αὐτούς.
A Mojsije mu odgovori: zar zavidiš mene radi? kamo da sav narod Gospodnji postanu proroci i da Gospod pusti duh svoj na njih!
καὶ εἶπε Μωυσῆς αὐτῷ· μὴ ζηλοῖς ἐμέ; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς;
Potom se vrati Mojsije u oko sa starješinama Izrailjevijem.
καὶ ἀπῆλθε Μωυσῆς εἰς τὴν παρεμβολὴν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ.
Tada se podiže vjetar od Gospoda, i potjera od mora prepelice, i razasu ih po okolu, na dan hoda odovuda i na dan hoda odonuda oko okola, na dva lakta od zemlje.
καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν, κὐκλῳ τῆς παρεμβολῆς, ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς.
I ustavši narod vas onaj dan i svu noć i vas drugi dan kupljaše prepelice: i ko nakupi najmanje nakupi deset gomora; i povješaše ih sebi redom oko okola.
καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν, ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους, καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς.
Ali meso još im bijaše u zubima, jošte ga ne pojedoše, a Gospod se razgnjevi na narod, i udari Gospod narod pomorom vrlo velikim.
τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρινὴ ἐκλείπειν, καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα.
I prozva se ono mjesto Kivrot-Atava jer ondje ukopaše narod koji se bješe polakomio.
καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν.
I pođe narod od Kivrot-Atave u Asirot, i stadoše u Asirotu.
Ἀπὸ Μνημάτων ἐπιθυμίας ἐξῇρεν ὁ λαὸς εἰς Ἀσηρώθ, καὶ ἐγένετο ὁ λαὸς ἐν Ἀσηρώθ.