Malahija 2

Stari zavet

1

I tako sada vama je ova zapovijest, sveštenici.

ΚΑΙ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, οἱ ἱερεῖς·

0
2

Ako ne poslušate i ne stavite u srce da date slavu imenu mojemu, veli Gospod nad vojskama, tada ću pustiti na vas prokletstvo i prokleću blagoslove vaše; i prokleh ih, jer ne stavljate u srce.

ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφ᾿ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν.

0
3

Evo ja ću vam pokvariti usjev, i baciću vam balegu u lice, balegu praznika vaših, da vas odnese sa sobom.

ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό·

0
4

I poznaćete da sam vam ja poslao ovu zapovijest da bi bio moj zavjet s Levijem, veli Gospod nad vojskama.

καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος παντοκράτωρ.

0
5

Zavjet moj za život i mir bješe s njim, i dadoh mu to za strah, jer me se bojaše i imena se mojega strašaše.

ἡ διαθήκη μου ἦν μετ᾿ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν.

0
6

Zakon istiniti bješe u ustima njegovijem, i bezakonje se ne nađe na usnama njegovijem; u miru i pravo ide sa mnom i mnoge odvrati od bezakonja.

νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ᾿ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.

0
7

Jer usne sveštenikove treba da čuvaju znanje i zakon da se traži iz njegovijeh usta, jer je anđeo Gospoda nad vojskama.

ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν.

0
8

Ali vi zađoste s puta, i učiniste te se mnogi spotakoše o zakon, pokvariste zavjet Levijev, veli Gospod nad vojskama.

ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευί, λέγει Κύριος παντοκράτωρ.

0
9

Zato i ja vas učinih prezrenim i poništenim u svega naroda, kao što se vi ne držite mojih putova i u zakonu gledate ko je ko.

κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενουμένους καὶ ἀπερριμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ᾿ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.

0
10

Nije li nam svjema jedan otac? nije li nas jedan Bog stvorio? zašto nevjeru činimo jedan drugome skvrneći zavjet otaca svojih?

Οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; τί ὅτι ἐγκατέλιπε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν;

0
11

Juda čini nevjeru, i gad se čini u Izrailju i u Jerusalimu; jer skvrni Juda svetinju Gospodnju, koju bi mu valjalo ljubiti, ženeći se kćerju tuđega boga.

ἐγκατελείφθη Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἱερουσαλήμ, διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους.

0
12

Gospod će istrijebiti iz šatora Jakovljevijeh čovjeka koji čini tako, koji straži i koji odgovara, i koji prinosi prinos Gospodu nad vojskama.

ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ Κυρίῳ παντοκράτορι.

0
13

Još i ovo činite: pokrivate suzama oltar Gospodnji, plačem i uzdasima; zato ne gleda više na prinos, niti mu je drago primiti što iz vaših ruku.

καὶ ταῦτα, ἃ ἐμίσουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν;

0
14

A vi govorite: zašto? Zato što je Gospod svjedok između tebe i žene mladosti tvoje, kojoj ti činiš nevjeru, a ona ti je drugarica i žena, s kojom si u vjeri.

καὶ εἴπατε· ἕνεκεν τίνος; ὅτι Κύριος διεμαρτύρατο ἀναμέσον σοῦ καὶ ἀναμέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου.

0
15

Jer nije li učinio jedno, ako i imaše još više duha? a zašto jedno? da traži sjeme Božije; zato čuvajte duh svoj, i ženi mladosti svoje ne činite nevjere.

καὶ οὐκ ἄλλος ἐποίησε, καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ. καὶ εἴπατε· τί ἄλλο ἀλλ᾿ ἢ σπέρμα ζητεῖ ὁ Θεός; καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς·

0
16

Jer Gospod Bog Izrailjev veli da mrzi na puštanje, jer taki pokriva nasilje plaštem svojim, govori Gospod nad vojskama; zato čuvajte duh svoj da ne činite nevjere.

ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου, λέγει Κύριος παντοκράτωρ. καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε.

0
17

Dosađujete Gospodu riječima svojim, i govorite: u čem mu dosađujemo? U tom što govorite: ko god čini zlo, po volji je Gospodu, i taki su mu mili; ili: gdje je Bog koji sudi?

Οἱ παροξύναντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε· ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς· πᾶς ποιῶν πονηρόν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε· καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;

0