Stari zavet
Teško gradu krvničkom, vas je pun laži i otimanja, grabež ne izbiva iz njega.
Ω πόλις αἱμάτων, ὅλη ψευδής, ἀδικίας πλήρης, οὐ ψηλαφηθήσεται θήρα.
Pucaju bičevi, i točkovi prašte, i konji topoću, i kola skaču,
φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος
Konjanici poskakuju, i mačevi se sjaju, i koplja sijevaju, i mnoštvo je pobijenijeh i sila mrtvijeh tjelesa, nema broja mrtvacima; i pada se preko mrtvaca,
καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ρομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυματιῶν καὶ βαρείας πτώσεως· καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.
Za mnoštvo kurvarstva ljupke kurve, vješte bajačice, koja prodaje narode svojim kurvanjem i plemena vračanjem svojim.
πόρνη καλὴ καὶ ἐπίχαρις ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ λαοὺς ἐν τοῖς φαρμάκοις αὐτῆς.
Evo me na te, govori Gospod nad vojskama, i uzgrnuću ti skute tvoje na lice, i pokazaću narodima golotinju tvoju i carstvima sramotu tvoju.
ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου.
I baciću na tebe gadove i naružiću te, i načiniću od tebe ugled.
καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου καὶ θήσομαί σε εἰς παράδειγμα,
I ko te god vidi, bježaće od tebe, i govoriće: opustje Ninevija; ko će je žaliti? gdje ću tražiti one koji bi te tješili?
καὶ ἔσται πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ· δειλαία Νινευή· τίς στενάξει αὐτήν; πόθεν ζητήσω παράκλησιν αὐτῇ;
Jesi li bolja od No-Amona, koji ležaše među rijekama, optočen vodom, kojemu prednja kula bješe more i zidovi mu bjehu more?
ἑτοίμασαι μερίδα, ἅρμοσαι χορδήν, ἑτοίμασαι μερίδα, Ἀμμὼν ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς,
Jačina mu bješe Huska zemlja i Misir i narodi bez broja; Futeji i Liveji bjehu ti pomoćnici.
καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς.
I on bi preseljen, otide u ropstvo, i djeca njegova biše razmrskana po uglovima svijeh ulica; i za glavare njegove bacaše ždrijeb, i svi vlastelji njegovi biše okovani u puta.
καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπ᾿ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.
I ti ćeš se opiti i krićeš se, i ti ćeš tražiti zaklon od neprijatelja.
καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ ὐπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν.
Svi će gradovi tvoji biti kao smokve s ranijem rodom; kad se tresnu, padaju u usta onome ko hoće da jede.
πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.
Eto, narod su ti žene usred tebe; neprijateljima će tvojim biti širom otvorena vrata od zemlje tvoje, oganj će proždrijeti prijevornice tvoje.
ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καὶ καταφάγεται πῦρ τοὺς μοχλούς σου.
Nahvataj sebi vode za opsadu, utvrdi ograde svoje; uđi u kao i ugazi blato, opravi peć za opeke.
ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου, ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον·
Ondje će te proždrijeti oganj, mač će te isjeći, izješće te kao hrušt; neka vas je mnogo kao hrušteva, neka vas je mnogo kao skakavaca.
ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε ρομφαία, καταφάγεταί σε ὡς ἀκρίς, καὶ βαρυνθήσῃ ὡς βροῦχος.
Imaš trgovaca više nego što je zvijezda na nebu; hruštevi padoše, pa odletješe.
ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε καὶ ἐξεπετάσθη.
Glavari su tvoji kao skakavci i vojvode tvoje kao veliki skakavci, koji padaju po plotovima kad je studeno, a kad sunce grane, odlijeću, i mjesto im se ne poznaje gdje bjehu.
ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμεικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς.
Zadrijemaše tvoji pastiri, care Asirski, polijegaše junaci tvoji, narod se tvoj rasprša po gorama, i nema nikoga da ih zbere.
ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος.
Nema lijeka polomu tvom, ljuta je rana tvoja; ko god čuje glas o tebi, pljeskaće rukama nad tobom, jer koga nije stizala zloća tvoja jednako?
οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου· πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διαπαντός;