Stari zavet
Izrailj je prazna loza vinova, ostavlja rod za se; što više roda ima, to više umnožava oltare; što mu je bolja zemlja, to više kiti likove.
ΑΜΠΕΛΟΣ εὐκληματοῦσα Ἰσραήλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς ἐπλήθυνε τὰ θυσιαστήρια, κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησε στήλας.
Srce im je razdijeljeno, zato su krivi; on će oboriti oltare njihove, polomiće likove njihove.
ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.
Jer sada govore: nemamo cara; ne bojimo se Gospoda; i šta bi nam učinio car?
διότι νῦν ἐροῦσιν· οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον, ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν;
Govore riječi kunući se lažno kad ugovaraju vjeru, i sud kao otrov raste u brazdama na njivi mojoj.
λαλῶν ρήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ.
Za junice Vetavenske uplašiće se stanovnici Samarijski; jer će za njima žaliti narod njihov, i sveštenici njihovi, koji im se radovahu, jer će slava njihova otići od njih.
τῷ μόσχῳ τοῦ οἴκου Ὦν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπ᾿ αὐτοῦ.
I on će sam biti odveden u Asirsku na dar caru braniču; Jefrema će popasti stid, i Izrailj će se osramotiti namjerom svojom.
καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραὶμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ.
Cara će Samarijskoga nestati kao pjene povrh vode.
ἀπέρριψε Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος.
I oboriće se visine Avenske, grijeh Izrailjev; trnje će i čkalj rasti po oltarima njihovijem, i govoriće gorama: pokrijte nas, i humovima: padnite na nas.
καὶ ἐξαρθήσονται βωμοὶ Ὦν, ἁμαρτήματα τοῦ Ἰσραήλ· ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσι τοῖς ὄρεσι· καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· πέσατε ἐφ᾿ ἡμᾶς.
Od vremena Gavajskoga griješio si, Izrailju; ondje ostaše, ne stiže ih u Gavaji rat na bezakonike.
Ἀφ᾿ οὗ οἱ βουνοί, ἥμαρτεν Ἰσραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας;
Po svojoj ću ih volji pokarati, i narodi će se skupiti na njih da ih zarobe za dvojako bezakonje njihovo.
ἦλθε παιδεῦσαι αὐτούς, καὶ συναχθήσονται ἐπ᾿ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν.
Jefrem je junica naučena, koja rado vrše; ali ću joj doći na lijepi vrat; upregnuću Jefrema, Juda će orati, Jakov će povlačiti.
Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἀπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφραὶμ καὶ παρασιωπήσομαι Ἰούδαν, ἐνισχύσει αὐτῷ Ἰακώβ.
Sijte pravdu, žećete milost; orite krčevinu, jer je vrijeme da tražite Gospoda, da bi došao i podaždio vam pravdom.
σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν.
Oraste bezbožnost, žeste bezakonje, jedoste plod od laži; jer si se pouzdao u svoj put, u mnoštvo svojih junaka.
ἱνατὶ παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε; ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἁμαρτήμασί σου, ἐν πλήθει δυνάμεώς σου.
Zato će se podignuti vreva među tvojim narodom, i svi će se gradovi tvoji raskopati kao što Salman raskopa Vet-Arvel kad bijaše rat, majka bi razmrskana sa sinovima.
καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβάαλ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν.
Tako će vam učiniti Vetilj za veliku zloću vašu; zorom će poginuti car Izrailjev.
οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ἰσραήλ, ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν.