Stari zavet
Čujte, sveštenici, i pazi, dome Izrailjev, i slušaj, dome carev, jer je vama sud, jer ste zamka u Mispi i mreža razapeta na Tavoru.
ΑΚΟΥΣΑΤΕ ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστι τὸ κρίμα· ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον,
Iz potaje klaše one koji zalaze; ali ću ih ja pokarati sve.
ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν·
Ja poznajem Jefrema i Izrailj nije sakriven od mene; jer se sada kurvaš, Jefreme, Izrailj se oskvrni.
ἐγὼ ἔγνων τὸν Ἐφραίμ, καὶ Ἰσραὴλ οὐκ ἀπέστη ἀπ᾿ ἐμοῦ· διότι νῦν ἐξεπόρνευσεν Ἐφραίμ, ἐμιάνθη Ἰσραήλ.
Ne upravljaju djela svojih da se vrate k Bogu svojemu; jer je duh kurvarski u njima i ne znaju Gospoda.
οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστι, τὸν δὲ Κύριον οὐκ ἐπέγνωσαν.
I ponositost Izrailjeva svjedoči mu u oči; zato će Izrailj i Jefrem pasti za bezakonje svoje, pašće i Juda s njima.
καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ἰσραὴλ καὶ Ἐφραὶμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ Ἰούδας μετ᾿ αὐτῶν.
Ići će s ovcama svojim i s govedima svojim da traže Gospoda, ali ga neće naći; uklonio se je od njih.
μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν Κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐκκέκλικεν ἀπ᾿ αὐτῶν,
Iznevjeriše Gospoda, jer izrodiše tuđe sinove; zato će ih proždrijeti mjesec dana s dostojanjem njihovijem.
ὅτι τὸν Κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη, καὶ τοὺς κλήρους αὐτῶν.
Trubite u rog u Gavaji, u trubu u Rami; vičite u Vetavenu: za tobom, Venijamine!
Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὦν· ἐξέστη Βενιαμίν,
Jefrem će opustjeti u dan kara; objavih među plemenima Izrailjevijem što će zacijelo biti.
Ἐφραὶμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά.
Knezovi su Judini kao oni koji premještaju među; izliću na njih kao vodu jarost svoju.
ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.
Jefremu se čini nasilje, satrven je sudom, jer od svoje volje otide za zapoviješću.
κατεδυνάστευσεν Ἐφραὶμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.
Zato ću ja biti Jefremu kao moljac i kao crv domu Judinu.
καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφραὶμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα.
I Jefrem vidje bolest svoju i Juda svoju ranu, i otide Jefrem k Asircu, i Juda posla k caru koji bi ga branio; ali vas on ne može iscijeliti niti će vas oprostiti rane vaše.
καὶ εἶδεν Ἐφραὶμ τὴν νόσον αὐτοῦ καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύθη Ἐφραὶμ πρὸς Ἀσσυρίους καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρείμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.
Jer ću ja biti kao lav Jefremu, kao lavić domu Judinu; ja, ja ću zgrabiti, i otići ću, odnijeću i niko neće izbaviti.
διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφραὶμ καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.
Otići ću i vratiću se na svoje mjesto dokle ne priznadu svoju krivicu i potraže lice moje; kad budu u nevolji tražiće me.
πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι· καὶ ζητήσουσι τὸ πρόσωπόν μου, ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες·