Ponovljeni zakon 1

1

Ovo su riječi koje govori Mojsije svemu Izrailju s onu stranu Jordana, u pustinji, u polju prema Crvenome Moru, između Farana i Tofola i Lovona i Asirota i Dizava,

ΟΥΤΟΙ οἱ λόγοι, οὓς ἐλάλησε Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀνὰ μέσον Φαρὰν Τοφὸλ καὶ Λοβὸν καὶ Αὐλὼν καὶ Καταχρύσεα·

0
2

Jedanaest dana hoda od Horiva preko gore Sira do Kadis-Varnije.

ἕνδεκα ἡμερῶν ἐκ Χωρὴβ ὁδὸς ἐπ᾿ ὄρος Σηεὶρ ἕως Κάδης Βαρνή.

0
3

A bješe četrdesete godine prvi dan jedanaestoga mjeseca, kad Mojsije kaza sinovima Izrailjevijem sve što mu bješe zapovjedio Gospod da im kaže,

καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησε Μωυσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς.

0
4

Pošto ubi Siona cara Amorejskoga koji življaše u Esevonu, i Oga cara Vasanskoga koji življaše u Astarotu i u Edrainu.

μετὰ τὸ πατάξαι Σηὼν βασιλέα Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἐσεβὼν καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν,

0
5

S onu stranu Jordana u zemlji Moavskoj poče Mojsije kazivati ovaj zakon govoreći:

ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωάβ, ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων·

0
6

Gospod Bog naš reče nam na Horivu govoreći: dosta ste bili na ovoj gori.

Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων· ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ·

0
7

Obrnite se i podignite se i idite ka gori Amorejskoj i u svu okolinu njezinu, u ravnice i u brda i u doline, i na jug i na bregove morske, u zemlju Hanansku i na Livan i do rijeke velike, rijeke Efrata.

ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβα, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου.

0
8

Eto, dao sam vam zemlju, uđite u nju, i uzmite zemlju, za koju se zakleo Gospod ocima vašim, Avramu, Isaku i Jakovu, da će im je dati i sjemenu njihovu nakon njih.

ἴδετε, παραδέδωκεν ἐνώπιον ὑμῶν τῆν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς.

0
9

I rekoh vam onda govoreći: ne mogu vas nositi sam.

καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς·

0
10

Gospod Bog vaš umnožio vas je, i eto vas danas ima mnogo kao zvijezda nebeskih.

Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει·

0
11

Gospod Bog otaca vaših da vas umnoži još tisuću puta više, i da vas blagoslovi kao što vam je kazao.

Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν.

1
12

Kako bih ja sam nosio muke vaše, bremena vaša i raspre vaše?

πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν;

0
13

Dajte iz plemena svojih ljude mudre i vješte i poznate da vam ih postavim za starješine.

δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ᾿ ὑμῶν ἡγουμένους ὑμῶν.

0
14

Tada mi odgovoriste i rekoste: dobro je da se učini što si kazao.

καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε· καλὸν τὸ ρῆμα ὃ ἐλάλησας ποιῆσαι.

0
15

Tada uzevši starješine od plemena vaših, ljude mudre i poznate, postavih vam ih za starješine, za tisućnike i stotinare i pedesetare i desetare i upravitelje po plemenima vašim.

καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν.

0
16

I zapovjedih onda sudijama vašim govoreći: saslušavajte raspre među braćom svojom i sudite pravo između čovjeka i brata njegova i između došljaka koji je s njim.

καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ.

0
17

Ne gledajte ko je ko na sudu, saslušajte i maloga i velikoga, ne bojte se nikoga, jer je sud Božji, a stvar koja bi vam bila teška iznesite preda me da je čujem.

οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ρῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ, καὶ ἀκούσομαι αὐτό.

0
18

I zapovjedih vam onda sve što ćete činiti.

καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε.

0
19

Potom otišavši od Horiva prijeđosmo svu onu pustinju veliku i strašnu, koju vidjeste, idući ka gori Amorejskoj, kao što nam zapovjedi Gospod Bog naš, i dođosmo do Kadis-Varnije.

καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Κάδης Βαρνή.

0
20

Tada vam rekoh: dođoste do gore Amorejske, koju nam daje Gospod Bog naš.

καὶ εἶπα πρὸς ὑμᾶς· ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν.

0
21

Gle, dao ti je Gospod Bog tvoj tu zemlju, idi i uzmi je, kao što ti je rekao Gospod Bog otaca tvojih; ne boj se, i ne plaši se.

ἴδετε, παραδέδωκεν ἡμῖν Κύριος ὁ Θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε.

0
22

A vi svi dođoste k meni i rekoste: da pošljemo ljude pred sobom da nam uhode zemlju, i da nam jave za put kojim ćemo ići i za gradove u koje ćemo doći,

καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε· ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι᾿ ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς.

0
23

I to mi bi po volji, i uzeh između vas dvanaest ljudi, iz svakoga plemena po jednoga;

καὶ ἤρεσεν ἐναντίον μου τὸ ρῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν.

0
24

I oni se podigoše i izašavši na goru dođoše do potoka Eshola, i uhodiše zemlju;

καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν.

0
25

I nabraše roda one zemlje i donesoše nam, i javiše nam govoreći: dobra je zemlja, koju nam daje Gospod Bog naš.

καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ὑμᾶς καὶ ἔλεγον· ἀγαθὴ ἡ γῆ, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν.

0
26

Ali ne htjeste ići nego se suprotiste zapovijesti Gospoda Boga svojega.

καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, ἀλλ᾿ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ἡμῶν

0
27

I vikaste u šatorima svojim govoreći: mrzi na nas Gospod, zato nas izvede iz zemlje Misirske, da nas da u ruke Amorejcima i da nas potre.

καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε· διὰ τὸ μισεῖν Κύριον ἡμᾶς, ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Ἀμορραίων, ἐξολοθρεῦσαι ἡμᾶς.

0
28

Kuda da idemo? braća naša uplašiše srce naše govoreći: narod je veći i viši od nas, gradovi su veliki i ograđeni do neba, pa i sinove Enakove vidjesmo ondje.

ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ δὲ ἀδελφοὶ ὑμῶν ἀπέστησαν τὴν καρδίαν ὑμῶν λέγοντες· ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ.

0
29

A ja vam rekoh: ne plašite se i ne bojte ih se.

καὶ εἶπα πρὸς ὑμᾶς· μὴ πτήξετε, μηδὲ φοβηθῆτε ἀπ᾿ αὐτῶν·

0
30

Gospod Bog vaš, koji ide pred vama, on će se biti za vas onako kako vam je učinio u Misiru na vaše oči,

Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾿ ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ

0
31

I u pustinji, gdje si vidio kako te je nosio Gospod Bog tvoj, kao što čovjek nosi sina svojega, cijelijem putem kojim ste išli dokle dođoste do ovoga mjesta.

καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, ὡς ἐτροφοφόρησέ σε Κύριος ὁ Θεός σου, ὡς εἴ τις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον.

0
32

Ali zato opet ne vjerovaste Gospodu Bogu svojemu,

καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε Κυρίῳ τῷ Θεῷ ἡμῶν,

0
33

Koji iđaše pred vama putem tražeći vam mjesto gdje biste stali, iđaše noću u ognju da vam svijetli putem kojim biste išli, a danju u oblaku.

ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ᾿ ἣν πορεύεσθε ἐπ᾿ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.

0
34

I ču Gospod glas riječi vaših, i razgnjevi se i zakle se govoreći:

καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσε λέγων·

0
35

Nijedan od ovoga roda zloga neće vidjeti ove dobre zemlje, za koju se zakleh da ću dati vašim ocima,

εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν γῆν ἀγαθὴν ταύτην, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν,

0
36

Osim Haleva sina Jefonijina; on će je vidjeti, i njemu ću dati zemlju po kojoj je išao, i sinovima njegovijem, jer se sasvijem držao Gospoda.

πλὴν Χάλεβ υἱὸς Ἰεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐφ᾿ ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον.

0
37

Pa i na mene se razgnjevi Gospod s vas; i reče: ni ti nećeš ući onamo.

καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι᾿ ὑμᾶς λέγων· οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ·

0
38

Isus sin Navin, koji te služi, on će ući onamo, njega utvrdi; jer će je on razdijeliti sinovima Izrailjevijem u našljedstvo.

Ἰησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ.

0
39

A djeca vaša, za koju rekoste da će postati roblje, sinovi vaši, koji danas ne znaju ni šta je dobro ni šta je zlo, oni će ući onamo, i njima ću je dati i oni će je naslijediti.

καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδε σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν.

0
40

Vi pak vratite se i idite u pustinju k Crvenome Moru.

καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης.

0
41

A vi odgovoriste i rekoste mi: sagriješismo Gospodu; ići ćemo i bićemo se sasvijem kako nam je zapovjedio Gospod Bog naš. I uzevši svaki svoje oružje htjeste izaći na goru.

καὶ ἀπεκρίθητε καὶ εἴπατε· ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος.

0
42

A Gospod mi reče: kaži im: ne idite i ne bijte se, jer nijesam među vama, da ne izginete pred neprijateljima svojim.

καὶ εἶπε Κύριος πρός με· εἰπὸν αὐτοῖς· οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ᾿ ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν·

0
43

I ja vam rekoh; ali ne poslušaste, nego se oprijeste zapovijesti Gospodnjoj, i navaliste na goru.

καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ρῆμα Κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος.

0
44

Tada izidoše pred vas Amoreji, koji sjeđahu u onoj planini, i pognaše vas kao što čine pčele, i pobiše vas na Siru pa do Orme.

καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡσεὶ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ.

0
45

I vrativši se plakaste pred Gospodom, ali Gospod ne posluša glasa vašega niti okrete uha svojega k vama.

καὶ καθίσαντες ἐκλαίετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσε Κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν.

0
46

I ostadoste u Kadisu dugo vremena dokle ondje stajaste.

καὶ ἐνεκάθησθε ἐν Κάδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε.

0