Poslovice 12

Stari zavet

1

Ko ljubi nastavu, ljubi znanje; a ko mrzi na ukor, ostaje lud.

Ο ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.

0
2

Dobar čovjek dobija ljubav od Gospoda, a čovjeka zlikovca osuđuje.

κρείσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.

0
3

Neće se čovjek utvrditi bezbožnošću, a korijen pravednijeh neće se pomaći.

οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ρίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.

0
4

Vrijedna je žena vijenac mužu svojemu; a koja ga sramoti, ona mu je kao trulež u kostima.

γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός.

0
5

Misli su pravednijeh prave, a savjeti bezbožnijeh prijevara.

λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους.

0
6

Riječi bezbožnijeh vrebaju krv, a pravedne izbavljaju usta njihova.

λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ρύσεται αὐτούς.

0
7

Obaraju se bezbožni da ih nema, a dom pravednijeh ostaje.

οὗ ἐὰν στραφῇ ὁ ἀσεβής, ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσι.

0
8

Prema razumu svom hvali se čovjek; a ko je opaka srca, prezreće se.

στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται.

0
9

Ko se snebiva, a ima slugu, bolji je od onoga koji se veliča a hljeba nema.

κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.

0
10

Pravednik se brine za život svojega živinčeta, a u bezbožnika je srce nemilostivo.

δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.

0
11

Ko radi svoju zemlju, biće sit hljeba; a ko ide za besposlicama, bezuman je.

ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν. 11α ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.

0
12

Bezbožnik želi obranu oda zla, ali korijen pravednijeh daje je.

ἐπιθυμίαι ἀσεβῶν κακαί, αἱ δὲ ρίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασι.

0
13

Zlome je zamka u grijehu usana njegovijeh, a pravednik izlazi iz tjeskobe.

δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. 13α ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.

0
14

Od ploda usta svojih siti se čovjek dobra, i platu za djela svoja prima čovjek.

ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.

0
15

Bezumniku se čini prav put njegov; ali ko sluša savjet, mudar je.

ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός.

0
16

Gnjev bezumnikov odmah se pozna, ali pametni pokriva sramotu.

ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος.

0
17

Ko govori istinu, javlja što je pravo, a lažni svjedok prijevaru.

ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.

0
18

Ima ko govori kao da mač probada, a jezik je mudrijeh lijek.

εἰσὶν οἳ λέγοντες τιτρώσκουσι μαχαίρᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται.

0
19

Istinita usta stoje tvrdo dovijeka, a jezik lažljivi za čas.

χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.

0
20

Koji zlo misle, prijevara im je u srcu, a radost je onima koji svjetuju na mir.

δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.

0
21

Nikaka nesreća neće zadesiti pravednika, a bezbožnici će se napuniti zla.

οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.

0
22

Mrske su Gospodu lažljive usne; a koji rade vjerno, mili su mu.

βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ᾿ αὐτῷ.

0
23

Pametan čovjek pokriva znanje, a srce bezumnijeh razglašuje bezumlje.

ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.

0
24

Ruka radljiva gospodariće, a lijena će davati danak.

χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται ἐν προνομῇ.

0
25

Briga u srcu čovječijem obara; a dobra riječ razveseljava.

φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.

0
26

Pravedniku je bolje nego bližnjemu njegovu; a bezbožnike zavodi put njihov.

ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. ἁμαρτάνοντας καταδιώξεται κακὰ ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.

0
27

Ljenivac neće peći lova svoga, a u vrijedna je čovjeka dobro dragocjeno.

οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.

0
28

Na putu pravde život je, i kuda ide staza njezina nema smrti.

ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.

0