Poslovice 6

Stari zavet

1

Sine moj, kad se podjemčiš za prijatelja svojega, i daš ruku svoju tuđincu,

ΥΙΕ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ·

0
2

Vezao si se riječima usta svojih, uhvatio si se riječima usta svojih.

παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.

0
3

Zato učini tako, sine moj, i oprosti se, jer si dopao u ruke bližnjemu svojemu; idi, pripadni, i navali na bližnjega svojega.

ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐνεγγυήσω.

0
4

Ne daj sna očima svojima, ni vjeđama svojima drijema.

μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις,

0
5

Otmi se kao srna iz ruke lovcu, i kao ptica iz ruke ptičaru.

ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.

0
6

Idi k mravu, ljenivče, gledaj putove njegove, i omudraj.

Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος·

0
7

Nema vođa ni upravitelja ni gospodara;

ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν,

0
8

I opet pripravlja ljeti sebi hranu, zbira uz žetvu piću svoju.

ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. 8·1 ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· 8·2 ἦς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος· 8·3 καί περ οὖσα τῇ ρώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη.

0
9

Dokle ćeš, ljenivče, ležati? kad ćeš ustati od sna svojega?

ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;

0
10

Dok malo prospavaš, dok malo prodrijemlješ, dok malo sklopiš ruke da prilegneš,

ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη·

0
11

Utom će doći siromaštvo tvoje kao putnik i oskudica tvoja kao oružan čovjek.

εἶτ᾿ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. 11α ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.

0
12

Čovjek nevaljao i nitkov hodi sa zlijem ustima;

Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·

0
13

Namiguje očima, govori nogama, pokazuje prstima;

ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασι δακτύλων.

0
14

Svaka mu je opačina u srcu, kuje zlo svagda, zameće svađu.

διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει.

0
15

Zato će ujedanput doći pogibao njegova, časom će se satrti i neće biti lijeka.

διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος·

0
16

Na ovo šestoro mrzi Gospod, i sedmo je gad duši njegovoj:

ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ Θεός, συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς.

0
17

Oči ponosite, jezik lažljiv i ruke koje proljevaju krv pravu,

ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου

0
18

Srce koje kuje zle misli, noge koje brzo trče na zlo,

καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.

0
19

Lažan svjedok koji govori laž, i ko zameće svađu među braćom.

ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.

0
20

Čuvaj, sine moj, zapovijest oca svojega, i ne ostavljaj nauke matere svoje.

Υἱέ, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

0
21

Priveži ih sebi na srce zasvagda, i spuči ih sebi oko grla.

ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ.

0
22

Kuda god pođeš, vodiće te; kad zaspiš, čuvaće te; kad se probudiš, razgovaraće te;

ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ᾿ ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι.

0
23

Jer je zapovijest žižak, i nauka je vidjelo, i put je životni karanje koje poučava;

ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία

0
24

Da te čuvaju od zle žene, od jezika kojim laska žena tuđa.

τοῦ διαφυλάσσειν σὲ ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.

0
25

Ne zaželi u srcu svom ljepote njezine, i nemoj da te uhvati vjeđama svojim.

μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων·

0
26

Jer sa žene kurve spada čovjek na komad hljeba, i žena pusta lovi dragocjenu dušu.

τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.

0
27

Hoće li ko uzeti ognja u njedra a haljine da mu se ne upale?

ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;

0
28

Hoće li ko hoditi po živom ugljevlju a nogu da ne ožeže?

ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;

0
29

Tako biva onome koji ide k ženi bližnjega svojega; neće biti bez krivice ko je se god dotakne.

οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.

0
30

Ne sramote lupeža koji ukrade da nasiti dušu svoju, budući gladan;

οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·

0
31

Nego kad ga uhvate plati samosedmo, da sve imanje doma svojega.

ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ρύσεται ἑαυτόν.

0
32

Ali ko učini preljubu sa ženom, bezuman je, dušu svoju gubi ko tako čini;

ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται,

0
33

Muke i ruga dopada, i sramota se njegova ne može izbrisati.

ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.

0
34

Jer je ljubavna sumnja žestoka u muža i ne štedi na dan osvete;

μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως,

0
35

Ne mari ni za kakav otkup, i ne prima ako ćeš i mnogo darova davati.

οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.

0