Stari zavet
Ne viče li mudrost? i razum ne pušta li glas svoj?
ΣΥ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ·
Navrh visina, na putu, na rasputicama stoji,
ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε·
Kod vrata, na ulasku u grad, gdje se otvoraju vrata, viče:
παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται.
Vas vičem, o ljudi, i glas svoj obraćam k sinovima ljudskim.
Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων·
Naučite se ludi mudrosti, i bezumni orazumite se.
νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν.
Slušajte, jer ću govoriti velike stvari, i usne moje otvorajući se kazivaće što je pravo.
εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά·
Jer usta moja govore istinu, i mrska je usnama mojim bezbožnost.
ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ.
Prave su sve riječi usta mojih, ništa nema u njima krivo ni izopačeno.
μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες·
Sve su obične razumnomu i prave su onima koji nalaze znanje.
πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Primite nastavu moju a ne srebro, i znanje radije nego najbolje zlato.
λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον·
Jer je bolja mudrost od dragoga kamenja, i što je god najmilijih stvari ne mogu se izjednačiti s njom.
κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
Ja mudrost boravim s razboritošću, i razumno znanje nalazim.
ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.
Strah je Gospodnji mržnja na zlo; ja mrzim na ponositost i na oholost i na zli put i na usta opaka.
φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.
Moj je savjet i što god jest; ja sam razum i moja je sila.
ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς·
Mnom carevi caruju, i vladaoci postavljaju pravdu.
δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην·
Mnom vladaju knezovi i poglavari i sve sudije zemaljske.
δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾿ ἐμοῦ κρατοῦσι γῆς.
Ja ljubim one koji mene ljube, i koji me dobro traže nalaze me.
ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
U mene je bogatstvo i slava, postojano dobro i pravda.
πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
Plod je moj bolji od zlata i od najboljega zlata, i dobitak je moj bolji od najboljega srebra.
βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
Putem pravednijem hodim, posred staza pravice,
ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι,
Da onima koji me ljube dam ono što jest, i riznice njihove da napunim.
ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.
Gospod me je imao u početku puta svojega, prije djela svojih, prije svakoga vremena.
Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
Prije vijekova postavljena sam, prije početka, prije postanja zemlje.
πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι
Kad jošte ne bijaše bezdana, rodila sam se, kad još ne bijaše izvora obilatijeh vodom.
καὶ πρὸ τοῦ τὰς ἀβύσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,
Prije nego se gore osnovaše, prije humova ja sam se rodila;
πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
Još ne bješe načinio zemlje ni polja ni početka prahu vasiljenskom;
Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾿ οὐρανόν.
Kad je uređivao nebesa, ondje bijah; kad je razmjeravao krug nad bezdanom.
ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾿ ἀνέμων·
Kad je utvrđivao oblake gore i krijepio izvore bezdanu;
ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾿ οὐρανὸν
Kad je postavljao moru među i vodama da ne prestupaju zapovijesti njegove, kad je postavljao temelje zemlji;
καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,
Tada bijah kod njega hranjenica, bijah mu milina svaki dan, i veseljah se pred njim svagda;
ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ᾿ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ,
Veseljah se na vasiljenoj njegovoj, i milina mi je sa sinovima ljudskim.
ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων.
Tako dakle, sinovi, poslušajte me, jer blago onima koji se drže putova mojih.
νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μακάριοι, οἳ ὁδούς μου φυλάσσοντες,
Slušajte nastavu, i budite mudri, i nemojte je odbaciti.
Blago čovjeku koji me sluša stražeći na vratima mojim svaki dan i čuvajući pragove vrata mojih.
μακάριος ἀνήρ, ὃς εἰσακούεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνῶν ἐπ᾿ ἐμαῖς θύραις καθ᾿ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων·
Jer ko mene nalazi, nalazi život i dobija ljubav od Gospoda.
αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
A ko o mene griješi, čini krivo duši svojoj; svi koji mrze na me, ljube smrt.
οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ ἀσεβοῦσιν εἰς τὰ ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον.