Stari zavet
A Dina kći Lijina, koju rodi Jakovu, izađe da gleda djevojke u onom kraju.
ΕΞΗΛΘΕ δὲ Δείνα ἡ θυγάτηρ Λείας, ἣν ἔτεκε τῷ Ἰακώβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων.
A ugleda je Sihem, sin Emora Evejina, kneza od one zemlje, i uze je i leže s njom i osramoti je.
καὶ εἶδεν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτήν, ἐκοιμήθη μετ᾿ αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν.
I prionu srce njegovo za Dinu kćer Jakovljevu, i djevojka mu omilje, i on joj se umiljavaše.
καὶ προσέσχε τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς Ἰακὼβ καὶ ἠγάπησε τὴν παρθένον καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.
I reče Sihem Emoru ocu svojemu govoreći: oženi me ovom djevojkom.
εἶπε Συχὲμ πρὸς Ἐμμὼρ τὸν πατέρα αὐτοῦ λέγων· λαβέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα.
A Jakov ču da je osramotio Dinu kćer njegovu; a sinovi njegovi bijahu u polju sa stokom njegovom, i Jakov oćutje dokle oni ne dođu.
Ἰακὼβ δὲ ἤκουσεν, ὅτι ἐμίανεν ὁ υἱὸς Ἐμμὼρ Δείναν τὴν θυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ. παρεσιώπησε δὲ Ἰακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς.
A Emor otac Sihemov izide k Jakovu da se razgovori s njim.
ἐξῆλθε δὲ Ἐμμὼρ ὁ πατὴρ Συχὲμ πρὸς Ἰακὼβ λαλῆσαι αὐτῷ.
A kad dođoše sinovi Jakovljevi iz polja i čuše šta je bilo, žao bi ljudima vrlo i razgnjeviše se veoma, što učini sramotu Izrailju obležav kćer Jakovljevu, kako ne bi valjalo činiti.
οἱ δὲ υἱοὶ Ἰακὼβ ἦλθον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύγησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίησεν ἐν Ἰσραὴλ κοιμηθεὶς μετὰ τῆς θυγατρός Ἰακώβ, καὶ οὐχ οὕτως ἔσται.
Tada im reče Emor govoreći: sin moj Sihem srcem prionu za vašu kćer; podajte mu je za ženu.
καὶ ἐλάλησεν Ἐμμὼρ αὐτοῖς λέγων· Συχὲμ ὁ υἱός μου προείλετο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν· δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα
I oprijateljite se s nama; kćeri svoje udajite za nas i kćerima našim ženite se.
καὶ ἐπιγαμβρεύσασθε ἡμῖν· τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν.
Pa živite s nama, i zemlja će vam biti otvorena; nastanite se i trgujte i držite baštine u njoj.
καὶ ἐν ἡμῖν κατοικεῖτε, καὶ ἡ γῆ ἰδοὺ πλατεῖα ἐναντίον ὑμῶν· κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ᾿ αὐτῆς καὶ ἐγκτᾶσθε ἐν αὐτῇ.
I reče Sihem ocu djevojčinu i braći joj: da nađem milost pred vama, i daću što mi god kažete.
εἶπε δὲ Συχὲμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς· εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε, δώσομεν.
Ištite mi koliko god hoćete uzdarja i dara, ja ću dati što god kažete; samo mi dajte djevojku za ženu.
πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω καθότι ἂν εἴπητέ μοι, καὶ δώσατέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα.
A sinovi Jakovljevi odgovoriše Sihemu i Emoru ocu njegovu prijevarno, jer osramoti Dinu sestru njihovu.
ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Ἰακὼβ τῷ Συχὲμ καὶ Ἐμμὼρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμίαναν Δείνα τὴν ἀδελφὴν αὐτῶν,
I rekoše im: ne možemo to učiniti ni dati sestre svoje za čovjeka neobrezana, jer je to sramota nama.
καὶ εἶπαν αὐτοῖς Συμεὼν καὶ Λευὶ οἱ ἀδελφοὶ Δείνας· οὐ δυνησόμεθα ποιῆσαι τὸ ρῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν· ἔστι γὰρ ὄνειδος ἡμῖν.
Nego ćemo vam učiniti po volji, ako ćete se izjednačiti s nama i obrezati sve muškinje između sebe.
μόνον ἐν τούτῳ ὁμοιωθησόμεθα ὑμῖν καὶ κατοικήσομεν ἐν ὑμῖν, ἐὰν γένησθε ὡς ἡμεῖς καὶ ὑμεῖς ἐν τῷ περιτμηθῆναι ὑμῶν πᾶν ἀρσενικόν.
Onda ćemo udavati svoje kćeri za vas i ženićemo se vašim kćerima, i postaćemo jedan narod.
καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν καὶ ἀπό τῶν θυγατέρων ὑμῶν ληψόμεθα ἡμῖν γυναῖκας καὶ οἰκήσομεν παρ᾿ ὑμῖν καὶ ἐσόμεθα ὡς γένος ἕν.
Ako li ne pristanete da se obrežete, mi ćemo uzeti svoju djevojku i otići ćemo.
ἐὰν δὲ μὴ εἰσακούσητε ἡμῶν τοῦ περιτεμέσθαι, λαβόντες τὴν θυγατέρα ἡμῶν ἀπελευσόμεθα.
I po volji biše riječi njihove Emoru i Sihemu sinu Emorovu.
καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Ἐμμὼρ καὶ ἐναντίον Συχὲμ τοῦ υἱοῦ Ἐμμώρ.
I momak ne oklijevaše učiniti to; jer mu kći Jakovljeva omilje veoma; i on bješe najviše poštovan između svijeh u kući oca svojega.
καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο· ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακώβ· αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
I otide Emor i sin mu Sihem na vrata grada svojega, i rekoše građanima govoreći:
ἦλθε δὲ Ἐμμὼρ καὶ Συχὲμ ὁ υἱὸς αὐτοῦ πρὸς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν λέγοντες·
Ovi ljudi hoće mirno da žive s nama, da se nastane u ovoj zemlji i da trguju po njoj; a evo zemlja je široka i za njih; pa ćemo se kćerima njihovijem ženiti i svoje ćemo kćeri udavati za njih.
οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσι, μεθ᾿ ἡμῶν οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσθωσαν αὐτήν, ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν. τὰς θυγατέρας αὐτῶν ληψόμεθα ἡμῖν γυναῖκας καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς.
Ali će tako pristati da žive s nama i da postanemo jedan narod, ako se sve muškinje među nama obreže, kao što su oni obrezani.
ἐν τούτῳ μόνον ὁμοιωθήσονται ἡμῖν οἱ ἄνθρωποι τοῦ κατοικεῖν μεθ᾿ ἡμῶν, ὥστε εἶναι λαὸν ἕνα, ἐν τῷ περιτεμέσθαι ἡμῶν πᾶν ἀρσενικόν, καθὰ καὶ αὐτοὶ περιτέτμηνται.
Njihova stoka i njihovo blago i sva goveda njihova neće li biti naša? složimo se samo s njima, pa će ostati kod nas.
καὶ τὰ κτήνη αὐτῶν καὶ τὰ τετράποδα καὶ τὰ ὑπάρχοντα αὐτῶν οὐχ ἡμῶν ἔσται· μόνον ἐν τούτῳ ὁμοιωθῶμεν αὐτοῖς, καὶ οἰκήσουσι μεθ᾿ ἡμῶν.
I koji god izlažahu na vrata grada njegova, svi poslušaše Emora i Sihema sina njegova; i obreza se sve muškinje, svi koji izlažahu na vrata grada njegova.
καὶ εἰσήκουσαν Ἐμμὼρ καὶ Συχὲμ τοῦ υἱοῦ αὐτοῦ πάντες οἱ ἐμπορευόμενοι τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν πᾶς ἄρσην.
A treći dan kad oni bijahu u bolovima, uzeše dva sina Jakovljeva, Simeun i Levije, braća Dinina, svaki svoj mač i uđoše slobodno u grad i pobiše sve muškinje.
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ, ἔλαβον οἱ δύο υἱοὶ Ἰακὼβ Συμεὼν καὶ Λευὶ ἀδελφοὶ Δείνας ἕκαστος τὴν μάχαιραν αὐτοῦ καὶ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν·
Ubiše i Emora i sina mu Sihema oštrim mačem, i uzevši Dinu iz kuće Sihemove otidoše.
τόν τε Ἐμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας. καὶ ἔλαβον τὴν Δείναν ἐκ τοῦ οἴκου τοῦ Συχὲμ καὶ ἐξῆλθον.
Tada dođoše sinovi Jakovljevi na pobijene, i oplijeniše grad, jer u njemu bi osramoćena sestra njihova.
οἱ δὲ υἱοὶ Ἰακὼβ εἰσῆλθον ἐπὶ τοὺς τραυματίας καὶ διήρπασαν τὴν πόλιν, ἐν ᾗ ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν,
I uzeše ovce njihove i goveda njihova i magarce njihove, što god bješe u gradu i što god bješe u polju.
καὶ τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν, ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν τῷ πεδίῳ, ἔλαβον.
I sve blago njihovo, i svu djecu i žene njihove pohvataše i odvedoše, i što god bješe u kojoj kući.
καὶ πάντα τὰ σώματα αὐτῶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν ᾐχμαλώτευσαν, καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις.
A Jakov reče Simeunu i Leviju; smetoste me, i omraziste me narodu ove zemlje, Hananejima i Ferezejima; u mene ima malo ljudi, pa ako se skupe na me, hoće me ubiti te ću se istrijebiti ja i dom moj.
εἶπε δὲ Ἰακὼβ πρὸς Συμεὼν καὶ Λευί· μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ ἐν τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ᾿ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου.
A oni rekoše: zar sa sestrom našom da rade kao s kurvom?
οἱ δὲ εἶπαν· ἀλλ᾿ ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;