Stari zavet
A u to vrijeme dogodi se, te Juda otide od braće svoje i uvrati se kod nekoga Odolamejca, kojemu ime bješe Iras.
ΕΓΕΝΕΤΟ δέ ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Ὀδολλαμίτην, ᾧ ὄνομα Εἰράς.
I ondje vidje Juda kćer nekoga Hananejca, kojemu ime bješe Sava, i uze je i leže s njom;
καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυά, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθε πρὸς αὐτήν.
I ona zatrudnje i rodi sina, kojemu nadjede ime Ir.
καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἤρ.
I opet zatrudnjevši rodi sina, kojemu nadjede ime Avnan.
καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν ἔτι καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνάν.
I opet rodi sina, i nadjede mu ime Silom; a Juda bijaše u Hasvi kad ona toga rodi.
καὶ προσθεῖσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ. αὕτη δὲ ἦν ἐν Χασβί, ἡνίκα ἔτεκεν αὐτούς.
I Juda oženi prvenca svojega Ira djevojkom po imenu Tamarom.
καὶ ἔλαβεν Ἰούδας γυναῖκα Ἢρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ.
Ali Ir prvenac Judin bješe nevaljao pred Gospodom, i ubi ga Gospod.
ἐγένετο δὲ Ἢρ πρωτότοκος Ἰούδα πονηρὸς ἔναντι Κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός.
A Juda reče Avnanu: uđi k ženi brata svojega i oženi se njom na ime bratovo, da podigneš sjeme bratu svojemu.
εἶπε δὲ Ἰούδας τῷ Αὐνάν· εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ ἐπιγάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου.
A Avnan znajući da neće biti njegov porod, kad lijegaše sa ženom brata svojega prosipaše na zemlju, da ne rodi djece bratu svojemu.
γνοὺς δὲ Αὐνὰν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
Ali Gospodu ne bi milo što činjaše, te ubi i njega.
πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο, καὶ ἐθανάτωσε καὶ τοῦτον.
I Juda reče Tamari snasi svojoj: ostani udovicom u kući oca svojega dokle odraste Silom sin moj. Jer govoraše: da ne umre i on kao braća mu. I otide Tamara, i življaše u kući oca svojega.
εἶπε δὲ Ἰούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ· κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. εἶπε γάρ· μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
A kad prođe mnogo vremena, umrije kći Savina, žena Judina. I kad se Juda utješi, pođe u Tamnu k ljudima što mu strizijahu ovce, sam s Irasom prijateljem svojim Odolamejcem.
Ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανε Σαυὰ ἡ γυνὴ Ἰούδα· καὶ παρακληθεὶς Ἰούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τά πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἰρὰς ὁ ποιμὴν αὐτοῦ ὁ Ὀδολλαμίτης εἰς Θαμνά.
I javiše Tamari govoreći: eto svekar tvoj ide u Tamnu da striže ovce svoje.
καὶ ἀπηγγέλη Θάμαρ τῇ νύμφῃ αὐτοῦ λέγοντες· ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ.
A ona skide sa sebe udovičko ruho svoje, i uze pokrivalo i pokri lice, i sjede na raskršće na putu koji ide u Tamnu. Jer vidje da je Silom odrastao a nju još ne udaše za nj.
καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾿ ἑαυτῆς, περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα.
A Juda kad je vidje, pomisli da je kurva, jer bješe pokrila lice svoje.
καὶ ἰδὼν αὐτὴν Ἰούδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.
Pa svrnu s puta k njoj i reče joj: pusti da legnem s tobom. Jer nije poznao da mu je snaha. A ona reče: šta ćeš mi dati da legneš sa mnom?
ἐξέκλινε δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ· ἔασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι νύμφη αὐτοῦ ἐστίν. ἡ δὲ εἶπε· τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με;
A on reče: poslaću ti jare iz stada. A ona mu reče: ali da mi daš zalog dokle ga ne pošlješ.
ὁ δὲ εἶπεν· ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου, ἡ δὲ εἶπεν· ἐὰν δῷς μοι ἀρραβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε.
A on reče: kakav zalog da ti dam? A ona reče: eto, prsten i rubac, i štap što ti je u ruci. I on joj dade, te leže s njom, i ona zatrudnje od njega.
ὁ δὲ εἶπε· τίνα τὸν ἀρραβῶνά σοι δώσω; ἡ δὲ εἶπε· τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον, καὶ τὴν ράβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.
Poslije ustavši Tamara otide i skide pokrivalo sa sebe i obuče udovičko ruho.
καὶ ἀναστᾶσα ἀπῆλθε καὶ περιείλετο τὸ θέριστρον αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς.
A Juda posla jare po prijatelju svom Odolamejcu da mu donese natrag od žene zalog. Ali je on ne nađe.
ἀπέστειλε δὲ Ἰούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Ὀδολλαμίτου κομίσασθαι παρὰ τῆς γυναικὸς τὸν ἀρραβῶνα, καὶ οὐχ εὗρεν αὐτήν.
Pa pitaše ljude po onom mjestu gdje je ona bila govoreći: gdje je ona kurva što je bila na raskršću na ovom putu? A oni rekoše: nije ovdje bilo kurve.
ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν· οὐκ ἦν ἐνταῦθα πόρνη.
I vrati se k Judi i reče: ne nađoh je, nego još rekoše mještani: nije ovdje bilo kurve.
καὶ ἀπεστράφη πρὸς Ἰούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι μὴ εἶναι ὧδε πόρνην.
A Juda reče: neka joj, da se ne sramotimo; ja sam slao jare, ali je ti ne nađe.
εἶπε δὲ Ἰούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.
A kad prođe do tri mjeseca dana, javiše Judi govoreći: Tamara snaha tvoja učini preljubu, i evo zatrudnje od preljube. A Juda reče: izvedite je da se spali.
Ἐγένετο δὲ μετὰ τρίμηνον ἀνηγγέλη τῷ Ἰούδᾳ λέγοντες· ἐκπεπόρνευκε Θάμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπε δὲ Ἰούδας· ἐξαγάγετε αὐτήν, καὶ κατακαυθήτω.
A kad je povedoše, posla k svekru svojemu i poruči: s čovjekom čije je ovo zatrudnjela sam. I reče: traži čiji je ovaj prsten i rubac i štap.
αὐτὴ δὲ ἀγομένη ἀπέστειλε πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα· ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. καὶ εἶπεν· ἐπίγνωθι, τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ράβδος αὕτη.
A Juda pozna i reče: pravija je od mene, jer je ne dadoh sinu svojemu Silomu. I više ne leže s njom.
ἐπέγνω δὲ Ἰούδας καὶ εἶπε· δεδικαίωται Θάμαρ ἢ ἐγώ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼν τῷ υἱῷ μου. καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.
A kad dođe vrijeme da rodi, a to blizanci u utrobi njezinoj.
Ἐγένετο δὲ ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς.
I kad se porađaše, jedno dijete pomoli ruku, a babica uze i veza mu crven konac oko ruke govoreći: ovaj je prvi.
ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτήν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπί τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα· οὗτος ἐξελεύσεται πρότερος.
Ali on uvuče ruku, i gle izađe brat njegov, a ona reče: kako prodrije? prodiranje neka ti bude. I nadješe mu ime Fares.
ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπε· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές.
A poslije izađe brat mu, kojemu oko ruke bijaše crveni konac, i nadješe mu ime Zara.
καί μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾿ ᾧ ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρά.