Stari zavet
Poslije toga dogodi se, te peharnik cara Misirskoga i hljebar skriviše gospodaru svojemu, caru Misirskom.
ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.
I Faraon se razgnjevi na ta dva dvoranina, na starješinu nad peharnicima i na starješinu nad hljebarima;
καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ,
I baci ih u tamnicu u kući zapovjednika stražarskoga, gdje Josif bješe sužanj.
καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον, οὗ Ἰωσὴφ ἀπῆκτο ἐκεῖ.
A zapovjednik stražarski odredi im Josifa da ih služi; i bijahu dugo u tamnici.
καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ἰωσὴφ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ.
I usniše san obojica u jednu noć, svaki po značenju svojega sna za sebe, i peharnik i hljebar cara Misirskoga, koji bijahu sužnji u tamnici.
καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτί· ἡ δὲ ὅρασις τοῦ ἐνυπνίου τοῦ ἀρχιοινοχόου καὶ ἀρχισιτοποιοῦ, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ, ἦν αὕτη.
I sjutradan kad dođe Josif k njima, pogleda ih, a oni bjehu vrlo neveseli.
εἰσῆλθε δὲ πρὸς αὐτοὺς Ἰωσὴφ τῷ πρωΐ καὶ εἶδεν αὐτούς, καὶ ἦσαν τεταραγμένοι.
Pa zapita dvorane Faraonove, koji bijahu sužnji s njim u kući gospodara njegova, i reče: što ste danas lica nevesela?
καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων· τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;
A oni mu rekoše: san usnismo obojica, a nema ko da nam kaže šta znače. A Josif im reče: šta znače, nije li u Boga? ali pripovjedite mi.
οἱ δὲ εἶπαν αὐτῷ· ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό. εἶπε δὲ αὐτοῖς Ἰωσήφ· οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; διηγήσασθε οὖν μοι.
I starješina nad peharnicima pripovjedi san svoj Josifu govoreći: snih, a preda mnom čokot;
καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ἰωσὴφ καὶ εἶπεν· ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου·
I na čokotu bjehu tri loze, i napupi i procvate, i grožđe na njemu uzre;
ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι οἱ βότρυες σταφυλῆς.
A u ruci mi bješe čaša Faraonova, te pobrah zrelo grožđe i iscijedih ga u čašu Faraonovu, i dodadoh čašu Faraonu.
καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ.
A Josif mu reče: ovo znači: tri su loze tri dana.
καὶ εἶπεν αὐτῷ Ἰωσήφ· τοῦτο ἡ σύγκρισις αὐτοῦ· οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν·
Još tri dana, i Faraon brojeći svoje dvorane uzeće i tebe, i opet te postaviti u pređašnju službu, i opet ćeš mu dodavati čašu kao i pređe dok si mu bio peharnik.
ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπί τὴν ἀρχιοινοχοΐαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν.
Ali nemoj zaboraviti mene kad budeš u dobru, učini milost i pomeni za me Faraonu, i izvadi me iz ove kuće.
ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ γένηταί σοι, καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσει περὶ ἐμοῦ πρὸς Φαραὼ καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου·
Jer su me ukrali iz zemlje Jevrejske, a ovdje nijesam ništa učinio da me bace u ovu jamu.
ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἀλλ᾿ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον.
A kad vidje starješina nad hljebarima kako lijepo kaza san, reče Josifu: i ja snih, a meni na glavi tri kotarice bijele;
καὶ εἶδεν ὁ ἀρχισιτοποιός, ὅτι ὀρθῶς συνέκρινε, καὶ εἶπε τῷ Ἰωσήφ· κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου·
I u najgornjoj kotarici bijaše svakojakih kolača za Faraona, i ptice jeđahu iz kotarice na mojoj glavi.
ἐν δὲ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν, ὧν Φαραὼ ἐσθίει ἔργον σιτοποιοῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου.
A Josif odgovori i reče: ovo znači: tri kotarice tri su dana.
ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ· αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν·
Još tri dana, i Faraon brojeći dvorane svoje izbaciće te i objesiće te na vješala, i ptice će jesti s tebe meso.
ἔτι τριῶν ἡμερῶν καὶ ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ.
I kad dođe treći dan, to bješe dan u koji se rodio Faraon, i učini Faraon gozbu svima slugama svojim, i naiđe među slugama svojim na starješinu nad peharnicima i na starješinu nad hljebarima;
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ἦν Φαραώ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ οἰνοχόου καὶ τῆς ἀρχῆς τοῦ σιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ,
I povrati starješinu nad peharnicima u službu da dodaje čašu Faraonu;
καὶ ἀποκατέστησε τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ἔδωκε τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ,
A starješinu nad hljebarima objesi, kao što kaza Josif.
τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασε, καθὰ συνέκρινεν αὐτοῖς Ἰωσήφ.
I starješina nad peharnicima ne opomenu se Josifa, nego ga zaboravi.
καὶ οὐκ ἐμνήσθη ὁ ἀρχιοινοχόος τοῦ Ἰωσήφ, ἀλλ᾿ ἐπελάθετο αὐτοῦ.