Postanje 50

Stari zavet

1

Tada Josif pade na lice ocu svojemu, i plaka nad njim cjelujući ga.

ΚΑΙ ἐπιπεσὼν Ἰωσὴφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσεν αὐτὸν καὶ ἐφίλησεν αὐτόν.

0
2

I zapovjedi Josif slugama svojim ljekarima da mirisima pomažu oca njegova; i ljekari pomazaše mirisima Izrailja.

καὶ προσέταξεν Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ, καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ.

0
3

I navrši mu se četrdeset dana, jer toliko dana treba onijem koje pomažu mirisima; i plakaše za njim Misirci sedamdeset dana.

καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς. καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας.

0
4

A kad prođoše žalosni dani, reče Josif domašnjima Faraonovijem govoreći: ako sam našao milost pred vama, govorite Faraonu i recite:

Ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραὼ λέγων· εἰ εὗρον χάριν ἐναντίον ὑμῶν λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραὼ λέγοντες·

0
5

Otac me je moj zakleo govoreći: evo, ja ću skoro umrijeti; u grobu mojem, koji iskopah u zemlji Hananskoj, ondje me pogrebi. Pa sada da idem da pogrebem oca svojega, a poslije ću opet doći.

ὁ πατήρ μου ὥρκισέ με λέγων· ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν, ἐκεῖ με θάψεις· νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι.

0
6

A Faraon mu reče: idi, pogrebi oca svojega kako te je zakleo.

καὶ εἶπε Φαραὼ τῷ Ἰωσήφ· ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε.

0
7

I otide Josif da pogrebe oca svojega; i s njim pođoše sve sluge Faraonove, starješine od doma njegova i sve starješine od zemlje Misirske,

καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ᾿ αὐτοῦ πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου.

0
8

I sav dom Josifov i braća njegova i dom oca njegova; samo djecu svoju i ovce svoje i goveda svoja ostaviše u zemlji Gesemskoj.

καὶ πᾶσα ἡ πανοικία Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν αὐτοῦ καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γεσέμ.

0
9

A pođe s njim i kola i konjika toliko da bješe vojska vrlo velika.

καὶ συνανέβησαν μετ᾿ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα.

0
10

A kad dođoše na gumno Atadovo, koje je s onu stranu Jordana, plakaše ondje mnogo i vrlo tužno; i Josif učini žalost za ocem svojim za sedam dana.

καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας.

0
11

A ljudi iz one zemlje, Hananejci, kad vidješe plač na gumnu Atadovu, rekoše: u velikoj su žalosti Misirci. Zato prozvaše ono mjesto s onu stranu Jordana žalost Misirska.

καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτὰδ καὶ εἶπαν· πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου.

0
12

I učiniše mu sinovi njegovi kako im bješe zapovjedio.

καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ

0
13

Odnesoše ga sinovi njegovi u zemlju Hanansku, i pogreboše ga u pećini na njivi Makpelskoj, koju kupi Avram da ima svoj grob u Efrona Hetejina prema Mamriji.

καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναὰν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἁβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρῆ.

0
14

I pogrebavši oca svojega vrati se Josif u Misir i braća njegova i svi koji bijahu izašli s njim da pogrebu oca njegova.

καὶ ὑπέστρεψεν Ἰωσὴφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ.

0
15

A braća Josifova videći gdje im otac umrije, rekoše: može biti da se Josif srdi na nas, pa će nam se osvetiti za sve zlo što mu učinismo.

Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπαν· μή ποτε μνησικακήσῃ ἡμῖν Ἰωσὴφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα εἰς αὐτόν.

0
16

Zato poručiše Josifu: otac tvoj zapovjedi na smrti i reče:

καὶ παραγενόμενοι πρὸς Ἰωσὴφ εἶπαν· ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων·

0
17

Ovako kažite Josifu: molim te, oprosti braći svojoj bezakonje i grijeh, što ti pakostiše; sada oprosti bezakonje slugama Boga oca tvojega. A Josif zaplaka se kad mu to rekoše.

οὕτως εἴπατε Ἰωσήφ· ἄφες αὐτοῖς τὴν ἀδικίαν καί τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ἰωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν.

0
18

Poslije dođoše i braća njegova i padoše pred njim i rekoše: evo smo sluge tvoje.

καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν· οἵδε ἡμεῖς σοὶ ἱκέται.

0
19

A Josif im reče: ne bojte se, zar sam ja mjesto Boga?

καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· μὴ φοβεῖσθε, τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ.

0
20

Vi ste mislili zlo po me, ali je Bog mislio dobro, da učini što se danas zbiva, da se sačuva u životu mnogi narod.

ὑμεῖς ἐβουλεύσασθε κατ᾿ ἐμοῦ εἰς πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον καὶ τραφῇ λαὸς πολύς.

0
21

Ne bojte se dakle; ja ću hraniti vas i vašu djecu. Tako ih utješi i oslobodi.

καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.

0
22

Tako življaše Josif u Misiru s domom oca svojega, i poživje sto i deset godina.

Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ. καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατὸν δέκα.

0
23

I vidje Josif sinove Jefremove do trećega koljena; i sinovi Mahira sina Manasijina rodiše se i odrastoše na koljenima Josifovijem.

καὶ εἶδεν Ἰωσὴφ Ἐφραΐμ παιδία ἕως τρίτης γενεᾶς, καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ.

0
24

I reče Josif braći svojoj: ja ću skoro umrijeti; ali će vas zacijelo Bog pohoditi, i izvešće vas iz ove zemlje u zemlju za koju se zakleo Avramu, Isaku i Jakovu.

καὶ εἶπεν Ἰωσήφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων· ἐγὼ ἀποθνήσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν, Ἁβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ.

0
25

I zakle Josif sinove Izrailjeve i reče: zaista će vas pohoditi Bog; a vi onda odnesite kosti moje odavde.

καὶ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾿ ὑμῶν.

0
26

Potom umrije Josif, a bješe mu sto i deset godina; i pomazavši ga mirisima metnuše ga u kovčeg u Misiru.

καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

0