Stari zavet
Ali opominji se tvorca svojega u mladosti svojoj prije nego dođu dani zli i prispiju godine, za koje ćeš reći: nijesu mi mile;
ΚΑΙ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου, ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τῆς κακίας καὶ φθάσωσιν ἔτη, ἐν οἷς ἐρεῖς· οὐκ ἔστι μοι ἐν αὐτοῖς θέλημα·
Prije nego pomrkne sunce i vidjelo i mjesec i zvijezde, i opet dođu oblaci iza dažda,
ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ·
Kad će drktati stražari kućni i pognuti se junaci, i stati mlinarice, što ih je malo, i potamnjeti koji gledaju kroz prozore,
ἐν ἡμέρᾳ, ᾗ ἐὰν σαλευθῶσι φύλακες τῆς οἰκίας καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς·
I kad će se zatvoriti vrata s ulice, i oslabiti zveka od mljevenja, i kad će se ustajati na ptičji glas i prestati sve pjevačice,
καὶ κλείσουσι θύρας ἐν ἀγορᾷ, ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης, καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου, καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος·
I visokoga mjesta kad će se bojati i strašiti se na putu, kad će badem ucvjetati i skakavac otežati i želja proći, jer čovjek ide u kuću svoju vječnu, i pokajnice će hoditi po ulicama;
καὶ ἀπὸ ὕψους ὄψονται, καὶ θάμβοι ἐν τῇ ὁδῷ· καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρίς, καὶ διασκεδασθῇ ἡ κάππαρις, ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι·
Prije nego se prekine uže srebrno, čaša se zlatna razbije i raspe se vijedro na izvoru i slomi se točak na studencu,
ἕως ὅτου μὴ ἀνατραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου, καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου, καὶ συντριβῇ ὑδρία ἐπὶ τῇ πηγῇ, καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον,
I vrati se prah u zemlju, kako je bio, a duh se vrati k Bogu, koji ga je dao.
καὶ ἐπιστρέψῃ ὁ χοῦς ἐπὶ τὴν γῆν, ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεόν, ὃς ἔδωκεν αὐτό.
Taština nad taštinama, veli propovjednik, sve je taština.
ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, τὰ πάντα ματαιότης.
A ne samo mudar bijaše propovjednik, nego još i narod učaše mudrosti, i motreći i istražujući složi mnogo priča.
Καὶ περισσὸν ὅτι ἐγένετο ἐκκλησιαστὴς σοφός, ὅτι ἐδίδαξε γνῶσιν σὺν τὸν λαόν, καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν.
Staraše se propovjednik da nađe ugodne riječi, i napisa što je pravo, riječi istine.
πολλὰ ἐζήτησεν ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος, λόγους ἀληθείας.
Riječi su mudrijeh ljudi kao žalci i kao klini udareni; riječi onijeh koji ih složiše dao je jedan pastir.
Λόγοι σοφῶν ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς
I tako, sine moj, čuvaj se onoga što je preko ovoga, jer nema kraja sastavljanju mnogih knjiga, i mnogo čitanje umor je tijelu.
καὶ περισσὸν ἐξ αὐτῶν. υἱὲ μου, φύλαξαι, τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ ἔστι περασμός, καὶ μελέτη πολλὴ κόπωσις σαρκός.
Glavno je svemu što si čuo: Boga se boj, i zapovijesti njegove drži, jer to je sve čovjeku.
Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ὁ ἄνθρωπος.
Jer će svako djelo Bog iznijeti na sud i svaku tajnu, bila dobra ili zla.
ὅτι σύμπαν τὸ ποίημα ὁ Θεὸς ἄξει ἐν κρίσει, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν.