Stari zavet
Doista sve ovo složih u srce svoje da bih rasvijetlio sve to, kako su pravedni i mudri i djela njihova u ruci Božijoj, a čovjek ne zna ni ljubavi ni mržnje od svega što je pred njim.
ΟΤΙ σύμπαν τοῦτο ἔδωκα εἰς καρδίαν μου, καὶ καρδία μου σὺν πᾶν εἶδε τοῦτο, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ, καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν, ματαιότης ἐν τοῖς πᾶσι.
Sve biva svjema jednako: pravedniku biva kao bezbožniku, dobromu i čistomu kao nečistomu, onome koji prinosi žrtvu kao onome koji ne prinosi, kako dobromu tako grješniku, onome koji se kune kao onome koji se boji zakletve.
συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ καὶ τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ καὶ τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός, ὡς ὁ ἁμαρτάνων· ὡς ὁ ὀμνύων, καθὼς ὁ τὸν ὅρκον φοβούμενος.
A to je najgore od svega što biva pod suncem što svjema jednako biva, te je i srce ljudsko puno zla, i ludost im je u srcu dok su živi, a potom umiru.
τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι· καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς.
Jer ko će biti izabran? U živijeh svijeh ima nadanja; i psu živu bolje je nego mrtvu lavu.
ὅτι τίς ὃς κοινωνεῖ πρός πάντας τοὺς ζῶντας; ἔστιν ἐλπίς, ὅτι ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν.
Jer živi znaju da će umrijeti, a mrtvi ne znaju ništa niti im ima plate, jer im se spomen zaboravio.
ὅτι οἱ ζῶντες γνώσονται ὅτι ἀποθανοῦνται, καὶ οἱ νεκροὶ οὐκ εἰσὶ γινώσκοντες οὐδέν· καὶ οὐκ ἔστιν αὐτοῖς ἔτι μισθός, ὅτι ἐπελήσθη ἡ μνήμη αὐτῶν·
I ljubavi njihove i mržnje njihove i zavisti njihove nestalo je, i više nemaju dijela nigda ni u čemu što biva pod suncem.
καί γε ἀγάπη αὐτῶν καί γε μῖσος αὐτῶν καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο, καί γε μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς τὸν αἰῶνα ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον.
Hajde, jedi hljeb svoj s radošću, i vesela srca pij vino svoje, jer su mila Bogu djela tvoja.
Δεῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι ἤδη εὐδόκησεν ὁ Θεὸς τὰ ποιήματά σου.
Svagda neka su ti haljine bijele, i ulja na glavi tvojoj da se ne premiče.
ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λευκά, καὶ ἔλαιον ἐπὶ κεφαλῆς σου μὴ ὑστερησάτω.
Uživaj život sa ženom koju ljubiš svega vijeka svojega taštega, koji ti je dat pod suncem za sve vrijeme taštine tvoje, jer ti je to dio u životu i od truda tvojega kojim se trudiš pod suncem.
καὶ ἰδὲ ζωὴν μετὰ γυναικός, ἧς ἠγάπησας, πάσας τὰς ἡμέρας ζωῆς ματαιότητός σου τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον, ὅτι αὐτὸ μερίς σου ἐν τῇ ζωῇ σου καὶ ἐν τῷ μόχθῳ σου, ᾧ σὺ μοχθεῖς ὑπὸ τὸν ἥλιον.
Sve što ti dođe na ruku da činiš, čini po mogućnosti svojoj, jer nema rada ni mišljenja ni znanja ni mudrosti u grobu u koji ideš.
πάντα, ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου ποίησον, ὅτι οὐκ ἔστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ.
Opet vidjeh pod suncem da nije do brzijeh trka, ni rat do hrabrijeh, ni hljeb do mudrijeh, ni bogatstvo do razumnijeh, ni dobra volja do vještijeh, nego da sve stoji do vremena i zgode.
Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος καί γε οὐ τῷ σοφῷ ἄρτος καί γε οὐ τοῖς συνετοῖς πλοῦτος καί γε οὐ τοῖς γινώσκουσι χάρις, ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
Jer čovjek ne zna vremena svojega, nego kao što se ribe hvataju mrežom nesrećnom i kao što se ptice hvataju pruglom, tako se hvataju sinovi čovječiji u zao čas, kad navali na njih iznenada.
ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ· ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι, ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνθρώπου εἰς καιρὸν πονηρόν, ὅταν ἐπιπέσῃ ἐπ᾿ αὐτοὺς ἄφνω.
Vidjeh i ovu mudrost pod suncem, koja mi se učini velika:
Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρός με·
Bijaše malen grad i u njemu malo ljudi; i dođe na nj velik car, i opkoli ga i načini oko njega velike opkope.
πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπ᾿ αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσῃ αὐτὴν καὶ οἰκοδομήσῃ ἐπ᾿ αὐτὴν χάρακας μεγάλους·
A nađe se u njemu siromah čovjek mudar, koji izbavi grad mudrošću svojom, a niko se ne sjećaše toga siromaha čovjeka.
καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σοφόν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου.
Tada ja rekoh: bolja je mudrost nego snaga, ako se i ne maraše za mudrost onoga siromaha i riječi se njegove ne slušahu.
καὶ εἶπα ἐγώ· ἀγαθὴ σοφία ὑπὲρ δύναμιν, καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι.
Riječi mudrijeh ljudi valja s mirom slušati više nego viku onoga koji zapovijeda među ludima.
λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύναις.
Bolja je mudrost nego oružje ubojito; ali jedan grješnik kvari mnogo dobra.
ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου, καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν.