Stari zavet
Gotovo je srce moje, Bože; pjevaću i hvaliću zajedno sa slavom svojom.
ΕΤΟΙΜΗ ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.
Preni se psaltire i gusle, ustaću rano.
ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.
Slaviću tebe, Gospode, po narodima, pojaću tebi po plemenima.
ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν,
Jer je svrh nebesa milost tvoja i do oblaka istina tvoja.
ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
Uzvisi se više nebesa, Bože, i po svoj zemlji neka bude slava tvoja!
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
Da bi se izbavili mili tvoji, pomozi desnicom svojom, i usliši me.
ὅπως ἂν ρυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
Bog reče u svetinji svojoj: "veseliću se, razdijeliću Sihem, i dolinu Sokot razmjeriću.
ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·
Moj je Galad, moj je Manasija, Jefrem je krjepost glave moje, Juda skiptar moj.
ἐμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου,
Moav je čaša iz koje se umivam, Edomu ću pružiti obuću svoju; nad zemljom Filistejskom popijevaću."
Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
Ko će me odvesti u tvrdi grad? ko će me otpratiti do Edoma?
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;
Zar nećeš ti, Bože, koji si nas odbacio, i ne ideš, Bože, s vojskama našim?
οὐχὶ σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν;
Daj nam pomoć u tjeskobi, obrana je čovječija uzalud.
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.
Bogom smo jaki; on gazi neprijatelje naše.
ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.