Psalam 12

Stari zavet

1

Pomagaj, Gospode; jer nesta svetijeh, jer je malo vjernijeh među sinovima čovječijim.

ΣΩΣΟΝ με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.

1
2

Laž govore jedan drugome, usnama lažljivijem govore iz srca dvolična.

μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά.

1
3

Istrijebiće Gospod sva usta lažljiva, jezik veličavi,

ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορρήμονα.

1
4

Ljude, koji govore: jezikom smo jaki, usta su naša u nas, ko je gospodar nad nama?

τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;

1
5

Videći stradanje nevoljnih i uzdisanje ništih, sad ću ustati, veli Gospod, i izbaviti onoga kome zlobe.

ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ.

1
6

Riječi su Gospodnje riječi čiste, srebro u vatri očišćeno od zemlje, sedam puta pretopljeno.

τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.

1
7

Ti ćeš nas, Gospode, odbraniti, i sačuvati nas od roda ovoga dovijeka.

σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.

1
8

Bezbožnici idu naokolo; kad se oni podižu, sramote se sinovi čovječiji.

κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

0