Stari zavet
Blagosiljam Gospoda u svako doba, hvala je njegova svagda u ustima mojima.
ΕΥΛΟΓΗΣΩ τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
Gospodom se hvali duša moja; neka čuju koji stradaju, pa neka se raduju.
ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν.
Veličajte Gospoda sa mnom, uzvišujmo ime njegovo zajedno.
μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
Tražih Gospoda, i ču me, i svijeh nevolja mojih oprosti me.
ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με.
Koji u njega gledaju prosvjetljuju se, i lica se njihova neće postidjeti.
προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
Ovaj stradalac zavika, i Gospod ga ču, i oprosti ga svijeh nevolja njegovijeh.
οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
Anđeli Gospodnji stanom stoje oko onijeh koji se njega boje, i izbavljaju ih.
παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ρύσεται αὐτούς.
Ispitajte i vidite kako je dobar Gospod; blago čovjeku koji se uzda u nj.
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν.
Bojte se Gospoda, sveti njegovi; jer koji se njega boje, njima nema oskudice.
φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
Lavovi su ubogi i gladni, a koji traže Gospoda, ne premiče im se nijednoga dobra.
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (διάψαλμα).
Hodite, djeco, poslušajte me; naučiću vas strahu Gospodnjemu.
δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς.
Koji čovjek želi života, ljubi dane da bi vidio dobro?
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
Ustavljaj jezik svoj oda zla, i usta svoja od prijevarne riječi.
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
Kloni se oda zla, i čini dobro, traži mira i idi za njim.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
Oči su Gospodnje obraćene na pravednike, i uši njegove na jauk njihov.
ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
Ali je strašno lice Gospodnje za one koji čine zlo, da bi istrijebio na zemlji spomen njihov.
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
Viču pravedni, i Gospod ih čuje, i izbavlja ih od svijeh nevolja njihovijeh.
ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς.
Gospod je blizu onijeh koji su skrušena srca, i pomaže onima koji su smjerna duha.
ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Mnogo nevolje ima pravednik, ali ga od svijeh izbavlja Gospod.
πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ρύσεται αὐτοὺς ὁ Κύριος·
Čuva Gospod sve kosti njegove, nijedna se od njih neće slomiti.
φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
Bezbožnika ubiće zlo, i koji nenavide pravednika prevariće se.
θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι.
Gospod iskupljuje dušu sluga svojih, i koji se god u njega uzdaju, neće se prevariti.
λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.