Stari zavet
Izbavi me od neprijatelja mojih, Bože moj, i od onijeh, što ustaju na me, zakloni me.
ΕΞΕΛΟΥ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ λύτρωσαί με·
Izbavi me od onijeh koji čine bezakonje, i od krvopija sačuvaj me.
ρῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.
Evo zlo namišljaju duši mojoj, skupljaju se na me silni, bez krivice moje i bez grijeha mojega, Gospode.
ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ᾿ ἐμὲ κραταιοί. οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε·
Bez krivice moje stječu se i oružaju se; ustani za mene, i gledaj.
ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε.
Ti, Gospode, Bože nad vojskama, Bože Izrailjev, probudi se, obiđi sve ove narode, nemoj požaliti odmetnika.
καὶ σύ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραήλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. (διάψαλμα).
Nek se vrate uveče, laju kao psi, i idu oko grada.
ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν.
Evo ruže jezikom svojim, mač im je u ustima, jer, vele, ko će čuti?
ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ρομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε;
Ali ti ćeš se, Gospode, smijati njima i posramiti sve ove narode.
καὶ σύ, Κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔθνη.
Oni su jaki, ali ja na tebe pogledam, jer si ti Bog čuvar moj.
τὸ κράτος μου, πρὸς σὲ φυλάξω, ὅτι σύ, ὁ Θεός, ἀντιλήπτωρ μου εἶ.
Bog, koji me miluje, ide preda mnom, Bog mi daje bez straha da gledam neprijatelje svoje.
ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.
Nemoj ih pobiti, da ne bi zaboravio narod moj; raspi ih silom svojom i obori ih, Gospode, braniču naš,
μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου, Κύριε.
Za grijeh usta njihovijeh, za riječi jezika njihova; nek se uhvate u oholosti svojoj za kletvu i laž koju su govorili.
ἁμαρτία στόματος αὐτῶν, λόγος χειλέων αὐτῶν, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ,
Raspi u gnjevu, raspi, da ih nema; i neka poznadu da Bog vlada nad Jakovom i do krajeva zemaljskih.
ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσι· καὶ γνώσονται, ὅτι Θεὸς δεσπόζει τοῦ Ἰακὼβ τῶν περάτων τῆς γῆς. (διάψαλμα).
Nek se vrate uveče, laju kao psi, i idu oko grada.
ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν.
Neka tumaraju tražeći hrane, i ne nasitivši se neka noći provode.
αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν.
A ja ću pjevati silu tvoju, rano ujutru glasiti milost tvoju; jer si mi bio obrana i utočište u dan nevolje moje.
ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου.
Silo moja! tebi ću pjevati, jer si ti Bog čuvar moj, Bog koji me miluje.
βοηθός μου εἶ, σοὶ ψαλῶ, ὅτι σύ, ὁ Θεός, ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου, τὸ ἔλεός μου.