Stari zavet
Bože! nemoj zamuknuti, nemoj šutjeti, niti počivaj, Bože!
Ο ΘΕΟΣ, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραυ±νῃς, ὁ Θεός·
Jer evo neprijatelji tvoji uzavreše, i koji te nenavide, podigoše glavu.
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν,
Po narod tvoj zlo naumiše, i dogovaraju se na izbrane tvoje.
ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·
Rekoše: hodite da ih istrijebimo između naroda da se više ne spominje ime Izrailjevo.
εἶπαν· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.
Složno pristaše i suprot tebi vjeru uhvatiše:
ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο
Naselja Edomova i Ismailovci, Moav i Agareni,
τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοί,
Geval i Amon i Amalik, Filisteji s Tircima;
Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.
I Asur udruži se s njima; postadoše mišica sinovima Lotovijem.
καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ᾿ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. (διάψαλμα).
Učini im onako kao Madijamu, kao Sisari, kao Javinu na potoku Kisonu,
ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, ὡς τῷ Ἰαβεὶμ ἐν τῷ χειμάρρῳ Κεισών·
Koji su istrijebljeni u Aendoru, nagnojiše sobom zemlju.
ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.
Uradi s njima, s knezovima njihovijem, kao s Orivom i Zivom, i sa svima glavarima njihovijem kao sa Zevejem i Salmanom.
θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ πάντας τοὺς ἄρχοντας αὐτῶν,
Jer govore: osvojimo naselja Božija.
οἵτινες εἶπαν· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.
Bože moj! zapovjedi neka budu kao prah, kao pijesak pred vjetrom.
ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·
Kao što oganj sažiže šumu, i kao plamen što zapaljuje gore,
ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλόξ, ἣ κατακαύσει ὄρη,
Tako ih pognaj burom svojom i vihorom svojim smeti ih.
οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.
Pokrij lice njihovo sramotom, da bi tražili ime tvoje, Gospode!
πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε.
Neka se stide i srame dovijeka, neka se smetu i izginu!
αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
I neka znadu da si ti, kojemu je ime Gospod, jedini najviši nad svom zemljom.
καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ¨Υψιστος ἐπὶ πᾶσαν τὴν γῆν.