Stari zavet
Gospod caruje: nek se raduje zemlja! nek se vesele ostrva mnoga.
Τῷ Δαυΐδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. Ο ΚΥΡΙΟΣ ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.
Oblak je i mrak oko njega; blagost i pravda podnožje prijestolu njegovu.
νέφη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
Oganj pred njim ide, i pali naokolo neprijatelje njegove.
πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·
Munje njegove sijevaju po vasiljenoj; vidi i strepi zemlja.
ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδε καὶ ἐσαλεύθη ἡ γῆ.
Gore kao vosak tope se od lica Gospodnjega, od lica Gospoda svoj zemlji.
τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.
Nebesa kazuju pravdu njegovu, i svi narodi vide slavu njegovu.
ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
Nek se stide svi koji se klanjaju kipovima, koji se hvale idolima svojim. Poklonite mu se svi bogovi.
αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ.
Čuje i raduje se Sion, i kćeri se Judejske vesele radi sudova tvojih, Gospode!
ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε·
Jer si ti, Gospode, visok nad svom zemljom i nadvišuješ sve bogove.
ὅτι σὺ εἶ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.
Koji ljubite Gospoda, mrzite na zlo. On čuva duše svetaca svojih; iz ruku bezbožničkih otima ih.
οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ρύσεται αὐτούς.
Svjetlost se prosipa na pravednika, i veselje na one koji su prava srca.
φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
Radujte se pravedni o Gospodu, i slavite sveto ime njegovo.
εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.