Stari zavet
Premudrost će proslaviti samu sebe i posred naroda svoga biće hvaljena.
ΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ. Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.
Na saboru Višnjega otvoriće usta svoja i naspram sile Njegove biće hvaljena:
ἐν ἐκκλησίᾳ Ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται·
Ja iz usta Višnjega iziđoh i kao magla pokrih zemlju;
ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
Ja se na visinama nastanih, i presto moj je u stubu oblačnom;
ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
Krug nebesni jedina obiđoh, i dubine bezdana pohodih.
γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
Talasima morskim i svom zemljom, i svakim narodom i plemenom zavladala sam.
ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
Sa svima ovima pokoj sam tražila i u čijem nasleđu bih obitavala.
μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
Tada mi je zapovijedio Tvorac svih (stvorenja), i Onaj koji me je stvorio, dovede u pokoj šator moj i reče: U Jakovu se nastani i u Izrailju nađi sebi naslijeđe.
τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου καὶ εἶπεν· ἐν Ἰακὼβ κατασκήνωσον καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι.
Prije vijeka od iskoni stvori me, i dovijeka neću nestati.
πρὸ τοῦ αἰῶνος ἀπ᾿ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
U Šatoru svetom (skiniji) pred Njim služih, i tako se u Sionu utvrdih;
ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην·
U gradu voljenom na sličan način me uspokoji, i u Jerusalimu je vlast moja.
ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν Ἱερουσαλὴμ ἡ ἐξουσία μου·
I ukrijepih se u narodu proslavljenom, u udjelu Gospodnjem, nasleđu Njegovom.
καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ.
Kao kedar se uzvisih na Livanu i kao kiparis na gorama ermonskim;
ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών·
Kao finiksovo drvo uzvisih se u Engadama i kao ružin zasad u Jerihonu, kao maslina blagolika u polju, i uzvisih se kao drvo javorovo.
ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν Ἱεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος.
Kao kasija i kao balsam mirisima zamirisah i kao smirna vrsna rasprostrijeh miomir, kao sladosno cvijeće i mirišljavo drvo i melem i livanov dom u Šatoru (skiniji).
ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
Ja kao terebintovo drvo raširih grane svoje, i grane moje su grane slave i blagodati.
ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
Ja kao vinova loza prolistah blagodat, a cvijeće moje - plod slave i bogatstva.
ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. [18 ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶ τῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου, ἀειγενὴς τοῖς λεγομένοις ὑπ' αὐτοῦ].
[Ja majka ljubavi dobre, i straha i znanja i suštastvene nade, dajem svoj djeci svojoj besmrtnost, od Njega pozvanima.]
Priđite meni, vi koji me želite, i od plodova mojih nasititi se;
προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε·
Jer sjećanje na mene slađe je od meda, i nasleđe moje je iznad pčelinjeg saća.
τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
Oni koji mene jedu, opet će ogladnjeti, i koji mene piju, opet će ožednjeti.
οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
Koji mene sluša, neće se posramiti i koji u meni djelaju, neće sagriješiti.
ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι.
Sve je ovo knjiga Zavjeta Boga Višnjega, Zakon koji nam je zapovijedio Mojsije, nasleđe sabranja Izrailjevih:
ταῦτα πάντα βίβλος διαθήκης Θεοῦ Ὑψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ἰακώβ. [24 μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲ πρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρ Θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ].
[Ne odvajajte se od sile Gospodnje, prilijepite se uz Njega da bi vas ukrijepio, Gospod Svedržitelj Bog je jedini i nema više (niko) osim Njega Spasitelja.]
On nasićuje kao Fison premudrošću i kao Tigar u dane mladina,
ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων,
On kao Eufrat ispunjuje razum i kao Jordan u dane žetve.
ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ,
On isijava kao svjetlost nauku, i kao Gion u dane berbe grožđa.
ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
Prvi (čovjek) nije uspio da je pozna (premudrost), tako ni poslednji da je istraži.
οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
Jer od mora je punija misao njena i savjet njen (namjera) od bezdana velikoga.
ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
I ja kao jaz iz rijeke i kao vodovod izidohu Raj;
κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
Rekoh: Natopiću moj vrt i napojiću moju zelen baštu; i gle, pretvori mi se jaz u rijeku, i rijeka moja postade more.
εἶπα· ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
Još ću nauku kao jutro obasjati, i projaviću sve to nadaleko;
ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
Još ću učenje kao proroštvo izliti i ostaviću ga u pokoljenja vječna.
ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
Vidite da se ne potrudih samo za sebe, nego za sva pokoljenja koja nju traže.
ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.