Stari zavet
Smiluj se na nas, Vladaru Bože svih, i pogledaj i navedi strah Tvoj na sve narode;
ΕΛΕΗΣΟΝ ἡμᾶς, δέσποτα ὁ Θεὸς πάντων, καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη·
Podigni ruku Tvoju na tuđe narode i neka vide silu Tvoju.
ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.
Kao što si se pred njima posvetio u nama, tako se pred nama uzveličaj u njima;
ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·
I poznaće te, kao što te i mi poznasmo, jer nema drugog Boga osim Tebe, Gospode.
καὶ ἐπιγνώτωσάν σε, καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν σοῦ, Κύριε.
Obnovi znamenja i ponovi čudesa, proslavi ruku i mišicu desnu;
ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν·
Podigni jarost i izli gnjev, istrijebi protivnika i uništi neprijatelja.
ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν, ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν.
Pospješi vrijeme i sjeti se zakletve, i neka se pripovijedaju velika djela Tvoja.
σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου.
U gnjevu ognja neka bude progutan spasavajući se, i koji čine zlo narodu Tvome, neka nađu propast.
ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν.
Satri glave neprijateljskih knezova, koji govore: Nema niko osim nas!
σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων· οὐκ ἔστι πλὴν ἡμῶν.
Saberi sva plemena Jakovljeva i daj im nasljeđe, kao u početku.
συνάγαγε πάσας φυλὰς Ἰακώβ, καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπ᾿ ἀρχῆς.
Smiluj se Gospode na narod, nazvan po Imenu Tvome, i na Izrailj, koga si Prvorodnim imenovao.
ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπ᾿ ὀνόματί σου καὶ Ἰσραήλ, ὃν πρωτογόνῳ ὡμοίωσας.
Budi milosrdan Gradu Svetinje Tvoje, Jerusalimu, mjestu pokoja Tvoga;
οἰκτείρησον πόλιν ἁγιάσματός σου Ἱερουσαλήμ, πόλιν καταπαύματός σου.
Ispuni Sion vrlinskim djelima svojim, i slavom Tvojom narod svoj.
πλῆσον Σιὼν ἀρεταλογίας σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.
Daj svjedočenje Tobom stvorenim bićima u početku, i uzdigni proroštva koja su u ime Tvoje;
δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσματί σου καὶ ἔγειρον προφητείας τὰς ἐπ᾿ ὀνόματί σου·
Daj nagradu onima koji trpe za te, i prorocima Tvojim neka se povjeruje.
δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν.
Usliši, Gospode, molbe molitelja Tvojih po blagoslovu Aronovom za narod Tvoj,
εἰσάκουσον, Κύριε, δεήσεως ἱκετῶν σου, κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου,
I poznaće svi koji žive na zemlji, da si Gospod, Bog vjekova.
καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι σὺ Κύριος εἶ ὁ Θεὸς τῶν αἰώνων.
Svaku hranu prima stomak, no ima hrana od hrane bolja.
Πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον.
Grlo okuša hranu od lova, tako i srce razumno riječi lažljive.
φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.
Srce pokvareno rađa tugu, a čovjek mnogoopitan uzvratiće mu.
καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.
Svakog muškarca primiće žena, no ima kćer od kćeri bolja.
πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστι δὲ θυγάτηρ θυγατρὸς κρείσσων.
Ljepota žene veseli lice i prevazilazi svaku želju čovjekovu;
κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει·
Ako je na jeziku njenom milost i krotost, sličnog njenom mužu nema među sinovima ljudskim.
εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραυ±της, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ᾿ υἱοὺς ἀνθρώπων.
Ko je stekao ženu, započinje sa sticanjem pomoćnika prema sebi i stuba uspokojenja.
ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ᾿ αὐτὸν καὶ στύλον ἀναπαύσεως.
Gdje nema ograde, biće razgrabljeno imanje; i gdje nema žene, uzdisaće (čovjek) lutajući.
οὗ οὐκ ἔστι φραγμός, διαρπαγήσεται κτῆμα, καὶ οὗ οὐκ ἔστι γυνή, στενάξει πλανώμενος.
Jer ko će povjerovati naoružanom razbojniku kad prelazi iz grada u grad?
τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν;
Tako biva i čovjeku koji nema gnijezda, i koji boravi gdje zanoći.
οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.