Sirah 6

Stari zavet

1

Jer ime zlo - stid i sram će naslijediti. Tako i grješnik dvojezičan.

ΚΑΙ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

0
2

Ne uznosi sebe pomišlju duše svoje, da ne bude rastrgnuta kao bik duša tvoja;

μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·

0
3

Lišće svoje ješćeš i plodove svoje izgubićeš, i ostavićeš sebe kao drvo suvo.

τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.

0
4

Duša zlobna pogubiće imaoca svoga i radost za neprijatelje učiniće ga.

ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.

0
5

Grlo slatko umnožiće prijatelje svoje, i jezik blagorečiv umnožiće dobrodušnost.

Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.

0
6

Koji žive u miru s tobom, neka budu mnogi, a savjetnici tvoji - jedan od hiljade.

οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων.

0
7

Ako stičeš prijatelja, u iskušenjima ga stiči, i nemoj mu se brzo povjeravati.

εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ·

0
8

Jer prijatelj je u vrijeme svoje i neće ostati u vrijeme nevolje tvoje;

ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.

0
9

Ima prijatelj koji se pretvara u neprijatelja, i pri poniženju tvome otkriće se.

καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει.

0
10

Prijatelj je da bi zajedničario pri trpezama i neće ostati u vrijeme nevolje tvoje;

καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.

0
11

U dobrima tvojim biće kao ti, a prema slugama tvojim biće drzak.

καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σύ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·

0
12

Ako budeš ponižen, biće protiv tebe i od tebe će se sakriti.

ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.

0
13

Od neprijatelja tvojih odvoj se, a od prijatelja svojih pazi se.

ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.

0
14

Prijatelj vjeran pokrov je moćan, pa ko njega nađe, našao je blago.

φίλος πιστὸς σκέπη κραταιά, ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θησαυρόν.

0
15

Prijatelj vjeran nema cijene i nema mjere dobroti njegovoj,

φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ.

0
16

Prijatelj vjeran lijek je života, i koji se boje Gospoda, naći će ga.

φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν.

0
17

Koji se boji Gospoda, usmjerava prijateljstvo svoje, pa kakav je on, takav je i bližnji njegov.

ὁ φοβούμενος Κύριον εὐθύνει φιλίαν αὐτοῦ, ὅτι κατ᾿ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ.

0
18

Čedo, od mladosti svoje izaberi učenje i do starosti steći ćeš premudrost.

Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν.

0
19

Kao onaj koji ore i koji žanje, pristupi joj, i čekaj dobre plodove njene.

ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι γεννημάτων αὐτῆς.

0
20

Pri tome, ona je veoma surova za neuke, i u njoj neće istrajati nerazumni.

ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος·

0
21

Kao kamen iskušenja teški pritisnuće ga, i neće časiti da je odbaci.

ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾿ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν.

0
22

Jer premudrost je shodna imenu svome i mnogima se ne otkriva.

σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά.

0
23

Poslušaj, čedo, i primi mišljenje moje, i ne odbaci savjeta moga.

ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου.

0
24

Uvedi noge svoje u uze njene i u grivnu njenu vrat svoj;

καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου.

0
25

Podmetni rame tvoje i nosi je, i ne protivi se okovima njenim;

ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς.

0
26

Svom dušom približi joj se, i svom snagom svojom čuvaj puteve njene.

ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.

0
27

Ispitaj i traži, i spoznaće ti se, i zadobivši je, ne ostavljaj je.

ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν·

0
28

Jer na kraju naći ćeš pokoj njen i obratiće ti se na veselje.

ἐπ᾿ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην.

0
29

I biće uze u pokrov snage i grivne njene u odeždu slave;

καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.

0
30

Jer krasota zlata je na njoj, i okovi njeni - jakintove niti.

κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾿ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·

0
31

Kao odeždom slave obući ćeš se njome, i vijenac radovanja položićeš na sebe.

στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάσεως περιθήσεις σεαυτῷ.

0
32

Ako htjedneš, čedo, naučićeš se (njoj), i ako joj predaš dušu svoju, prevješt ćeš biti.

ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ.

0
33

Ako zavoliš da slušaš, primićeš, i ako prikloniš uho svoje, bićeš mudar.

ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.

0
34

Među mnoštvom starijih stani, i ko je mudar - uz njega pristani.

ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ τίς σοφός, αὐτῷ προσκολλήθητι.

0
35

Svaku povijest božanstvenu voli slušati, i priče razumne neka ti ne izmaknu.

πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.

0
36

Kad vidiš razumnoga, porani k njemu, i stepenice dveri njegovih neka tare noga tvoja.

ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.

0
37

Razmišljaj o zapovijestima Gospodnjim, i u naredbama Njegovim poučavaj se svagda; On će utvrditi srce tvoje, i želja premudrosti biće ti data.

διανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.

0