Sudije 10

Stari zavet

1

A poslije Avimeleha usta da izbavi Izrailja Tola sin Fuve sina Dodova, čovjek plemena Isaharova, koji sjeđaše u Samiru u gori Jefremovoj.

ΚΑΙ ἀνέστη μετὰ Ἀβιμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσάχαρ, καὶ αὐτὸς ᾤκει ἐν Σαμὶρ ἐν ὄρει Ἐφραίμ.

0
2

I bi sudija Izrailju dvadeset i tri godine, pa umrije i bi pogreben u Samiru.

καὶ ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανε καὶ ἐτάθη ἐν Σαμίρ.

0
3

Poslije njega usta Jair od plemena Galadova, i bi sudija Izrailju dvadeset i dvije godine;

Καὶ ἀνέστη μετ᾿ αὐτὸν Ἰαΐρ ὁ Γαλαάδ, καὶ ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη.

0
4

I imaše trideset sinova, koji jahahu na tridesetoro magaradi, i imahu trideset gradova, koji se zovu sela Jairova do danas i jesu u zemlji Galadovoj.

καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις Ἰαΐρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλαάδ.

0
5

I umrije Jair, i bi pogreben u Kamonu.

καὶ ἀπέθανεν Ἰαΐρ καὶ ἐτάφη ἐν Ραμνών.

0
6

A sinovi Izrailjevi opet činiše što je zlo pred Gospodom, i služiše Valima i Astarotama, i bogovima Sirskim, i bogovima Sidonskim, i bogovima Moavskim, i bogovima sinova Amonovijeh i bogovima Filistejskim; i ostaviše Gospoda i ne služiše mu.

Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλὶμ καὶ τοῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Ἀρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν καὶ τοῖς θεοῖς Φυλιστιΐμ καὶ ἐγκατέλιπον τὸν Κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ.

0
7

Zato se razgnjevi Gospod na Izrailja, te ih dade u ruke Filistejima i u ruke sinovima Amonovijem.

καὶ ὠργίσθη θυμῷ Κύριος ἐν Ἰσραὴλ καὶ ἐπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιΐμ καὶ ἐν χειρὶ υἱῶν Ἀμμών.

0
8

A oni gaziše i satiraše sinove Izrailjeve od one godine osamnaest godina, sve sinove Izrailjeve koji bijahu s onu stranu Jordana, u zemlji Amorejskoj, koja je u Galadu.

καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμορρὶ τοῦ ἐν Γαλαάδ.

0
9

I prijeđoše sinovi Amonovi preko Jordana da se biju i s Judom i s Venijaminom i s domom Jefremovijem; i bi Izrailj u velikoj nevolji.

καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν καὶ Βενιαμὶν καὶ πρὸς Ἐφραὶμ καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα.

0
10

Tada vapiše sinovi Izrailjevi ka Gospodu govoreći: sagriješismo ti što ostavismo Boga svojega i služismo Valima.

καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον λέγοντες· ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν Θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλίμ.

0
11

A Gospod reče sinovima Izrailjevijem: od Misiraca i od Amoreja i od sinova Amonovijeh i od Filisteja,

καὶ εἶπε Κύριος πρὸς τοὺς υἱοὺς Ἰσραήλ· μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Ἀμορραίου καὶ ἀπὸ υἱῶν Ἀμμὼν καὶ ἀπὸ Φυλιστιΐμ

0
12

I od Sidonjana i od Amalika i od Maonaca, koji vas mučiše, nijesam li vas izbavljao kad vapijaste k meni?

καὶ Σιδωνίων καὶ Ἀμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν;

0
13

Ali vi ostaviste mene i služiste drugim bogovima; zato vas više neću izbavljati.

καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς.

0
14

Idite i vičite one bogove koje ste izabrali, neka vas oni izbave u nevolji vašoj.

πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.

0
15

A sinovi Izrailjevi rekoše Gospodu: sagriješismo; čini s nama što ti je drago, samo nas sada izbavi.

καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

0
16

I pobacaše između sebe bogove tuđe, i stadoše služiti Gospodu; i sažali mu se radi muke sinova Izrailjevijeh.

καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ Κυρίῳ μόνῳ, καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ.

0
17

A sinovi Amonovi skupiše se i stadoše u oko u Galadu; skupiše se i sinovi Izrailjevi i stadoše u oko u Mispi.

Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν Γαλαάδ. καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ.

0
18

A narod i knezovi Galadski rekoše jedan drugomu: ko će početi boj sa sinovima Amonovijem? on neka bude poglavar svjema koji žive u Galadu.

καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ὁ ἀνήρ, ὅστις ἂν ἄρξεται παρατάξασθαι πρὸς υἱοὺς Ἀμμών; καὶ ἔσται εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ.

0