Sudije 3

Stari zavet

1

A ovo su narodi koje ostavi Gospod da njima kuša Izrailja, sve one koji ne znahu za ratove Hananske,

ΚΑΙ ταῦτα τὰ ἔθνη, ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, πάντας τοὺς μή ἐγνωκότας τοὺς πολέμους Χαναάν.

0
2

Da bi barem natražje sinova Izrailjevijeh znalo i razumjelo što je rat, barem oni koji od prije nijesu znali:

πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·

0
3

Pet kneževina Filistejskih, i svi Hananeji i Sidonci i Jeveji, koji življahu na gori Livanu od gore Val-Ermona do Emata.

τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἀερμὼν ἕως Λαβωεμάθ.

0
4

Ti narodi ostaše da se Izrailj njima kuša, da se vidi hoće li slušati zapovijesti Gospodnje, koje je zapovjedio ocima njihovijem preko Mojsija.

καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.

0
5

I življahu sinovi Izrailjevi usred Hananeja i Heteja i Amoreja i Ferezeja i Jeveja i Jevuseja.

καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου

0
6

I ženjahu se kćerima njihovijem i udavahu kćeri svoje za sinove njihove, i služahu bogovima njihovijem.

καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.

0
7

I činjahu sinovi Izrailjevi što je zlo pred Gospodom, i zaboraviše Gospoda Boga svojega i služahu Valima i lugovima.

Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι.

0
8

Zato se razgnjevi Gospod na Izrailja, i dade ih u ruke Husan-Risatajimu caru Mesopotamskom; i služiše sinovi Izrailjevi Husan-Risatajimu osam godina.

καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ.

0
9

Potom vapiše sinovi Izrailjevi ka Gospodu, i podiže Gospod izbavitelja sinovima Izrailjevijem da ih izbavi, Gotonila sina Kenezova, mlađega brata Halevova,

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καί ἤγειρε Κύριος σωτῆρα τῷ Ἰσραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱὸν Κενέζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν,

0
10

I bijaše na njemu duh Gospodnji, i suđaše Izrailju; i izide na vojsku, i predade mu Gospod u ruke Husan-Risatajima cara Mesopotamskoga; i ruka njegova nadjača Husan-Risatajima.

καὶ ἐγένετο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ.

0
11

I zemlja bi mirna četrdeset godina. Potom umrije Gotonilo sin Kenezov.

καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ.

0
12

A sinovi Izrailjevi stadoše opet činiti što je zlo pred Gospodom; a Gospod ukrijepi Eglona cara Moavskoga na Izrailja, jer činjahu što je zlo pred Gospodom.

Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου. καὶ ἐνίσχυσε Κύριος τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραὴλ διὰ τὸ πεποιηκέναι αὐτούς τὸ πονηρὸν ἔναντι Κυρίου.

0
13

Jer skupi k sebi sinove Amonove i Amalike, i izašavši pobi Izrailja, i osvojiše grad palmov.

καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἀμμὼν καὶ Ἀμαλὴκ καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν Ἰσραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων.

0
14

I sinovi Izrailjevi služiše Eglonu caru Moavskom osamnaest godina.

καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ.

0
15

Potom vapiše sinovi Izrailjevi ka Gospodu; i Gospod im podiže izbavitelja Aoda sina Gire sina Venijaminova, čovjeka koji bijaše ljevak. I poslaše sinovi Izrailjevi po njemu dar Eglonu caru Moavskom.

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Ἀὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ Ἰεμενί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ.

0
16

A Aod načini sebi mač s obje strane oštar, od lakta u dužinu; i pripasa ga pod haljine svoje uz desnu bedricu.

καὶ ἐποίησεν ἑαυτῷ Ἀὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν.

0
17

I odnese dar Eglonu caru Moavskom; a Eglon bješe čovjek vrlo debeo.

καὶ ἐπορεύθη καὶ προσήνεγκε τὰ δῶρα τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ· καὶ Ἐγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα.

0
18

I kad predade dar, otpusti ljude koji su nosili dar.

καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Ἀὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα·

0
19

Pa sam vrativ se od likova kamenijeh, koji bijahu kod Galgala, reče: imam, care, neku tajnu da ti kažem. A on reče: muči! I otidoše od njega svi koji stajahu pred njim.

καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ. καὶ εἶπεν Ἀώδ· λόγος μοι κρύφιος πρός σε, βασιλεῦ. καὶ εἶπεν Ἐγλὼμ πρὸς αὐτόν· σιώπα· καὶ ἐξαπέστειλεν ἀφ᾿ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ᾿ αὐτόν.

0
20

A Aod pristupi k njemu; a on sjeđaše sam u ljetnoj sobi; pa reče Aod: riječ Božiju imam da ti kažem. Tada on usta s prijestola.

καὶ Ἀὼδ εἰσῆλθε πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν Ἀώδ· λόγος Θεοῦ μοι πρός σε, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Ἐγλὼμ ἐγγὺς αὐτοῦ.

0
21

A Aod poteže lijevom rukom svojom i uze mač od desne bedrice, i satjera mu ga u trbuh,

καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν Ἀὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ

0
22

I držak uđe za mačem, i salo se sklopi za mačem, te ne može izvući mača iz trbuha; i izide nečist.

καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἐπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.

0
23

Potom izide Aod iz sobe, i zatvori vrata za sobom i zaključa.

καὶ ἐξῆλθεν Ἀὼδ τὴν προστάδα καὶ ἐξῆλθε τοὺς διατεταγμένους καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατ᾿ αὐτοῦ καὶ ἐσφήνωσε·

0
24

A kad on otide, dođoše sluge, i pogledaše, a to vrata od sobe zaključana, pa rekoše: valjada ide napolje u klijeti do ljetne sobe.

καὶ αὐτὸς ἐξῆλθε. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι, καὶ εἶπαν· μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ;

0
25

I već im se dosadi čekati a vrata se od sobe ne otvoraju, te uzeše ključ i otvoriše, a gle, gospodar im leži na zemlji mrtav.

καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο, καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.

0
26

A Aod dokle se oni zabaviše pobježe i prođe likove kamene, i uteče u Seirot.

καὶ Ἀὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρωθά.

0
27

I kad dođe, zatrubi u trubu u gori Jefremovoj; i sidoše s njim sinovi Izrailjevi s gore, a on naprijed.

καὶ ἐγένετο ἡνίκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφραίμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.

0
28

Pa im reče: hajdete za mnom, jer Gospod predade vam u ruke neprijatelje vaše Moavce. I sidoše za njim, i uzeše Moavcima brodove Jordanske, i ne dadijahu nikome prijeći.

καὶ εἶπε πρὸς αὐτούς· κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι.

0
29

I tada pobiše Moavce, oko deset tisuća ljudi, sve bogate i hrabre, i nijedan ne uteče.

καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ.

0
30

Tako u taj dan potpadoše Moavci pod ruku Izrailjevu; i zemlja bi mirna osamdeset godina.

καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανε.

0
31

A poslije njega nasta Samegar sin Anatov, i pobi šest stotina Filisteja ostanom volujskim, i izbavi i on Izrailja.

Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν Ἰσραήλ.

0