Stari zavet
I urani Jeroval, to je Gedeon, i sav narod što bijaše s njim, i stadoše u oko kod izvora Aroda; a vojska Madijanska bješe mu sa sjevera kraj gore Moreha u dolini.
ΚΑΙ ὤρθρισεν Ἱεροβάαλ (αὐτός ἐστι Γεδεὼν) καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Ἀράδ, καὶ παρεμβολὴ Μαδιὰμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβαὰθ Ἀμωρὰ ἐν κοιλάδι.
A Gospod reče Gedeonu: mnogo je naroda s tobom, zato im neću dati Madijana u ruke, da se ne bi hvalio Izrailj suprot meni govoreći: moja me ruka izbavi.
καὶ εἶπε Κύριος πρὸς Γεδεών· πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε μὴ παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μή ποτε καυχήσηται Ἰσραὴλ ἐπ᾿ ἐμὲ λέγων· ἡ χείρ μου ἔσωσέ με·
Nego sada oglasi da čuje narod i reci: ko se boji i koga je strah, neka se vrati i nek ide odmah ka gori Galadu. I vrati se iz naroda dvadeset i dvije tisuće; a deset tisuća osta.
καὶ νῦν λάλησον δὴ ἐν ὠσὶ τοῦ λαοῦ λέγων· τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλαάδ. καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν.
Opet reče Gospod Gedeonu: još je mnogo naroda; svedi ih na vodu, i ondje ću ti ih prebrati; za kojega ti god rečem: taj neka ide s tobom, neka ide s tobom; a za koga ti god rečem: taj neka ne ide s tobom, neka ne ide.
καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἔτι ὁ λαὸς πολύς ἐστι· κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ, οὗτος πορεύσεται σὺν σοί, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶς, ὃν ἐὰν εἴπω πρός σε· οὗτος οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ.
I svede narod na vodu; a Gospod reče Gedeonu: koji stane laptati jezikom vodu, kao što lapće pas, metni ga na stranu; tako i svakoga koji klekne na koljena da pije.
καὶ κατήνεγκε τὸν λαὸν πρὸς τὸ ὕδωρ· καὶ εἶπε Κύριος πρὸς Γεδεών· πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν.
I onijeh koji laptaše, rukom svojom k ustima prinesavši vodu, bješe tri stotine ljudi; a sav ostali narod kleče na koljena svoja da piju vode.
καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ.
Tada reče Gospod Gedeonu: s tijeh trista ljudi koji laptaše vodu izbaviću vas i predaću ti u ruke Madijane; neka dakle odlazi sav ovaj narod svaki na svoje mjesto.
καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἐν τοῖς τριακοσίοις ἀνδράσι τοῖς λάψασι σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τόν τόπον αὐτοῦ.
I narod uze brašnjenice i trube; i Gedeon otpusti sve ljude Izrailjce da idu svaki u svoj šator, a onijeh trista ljudi zadrža. A oko Madijanski bijaše niže njega u dolini.
καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν, καὶ τὸν πάντα ἄνδρα Ἰσραὴλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσε. καὶ ἡ παρεμβολὴ Μαδιὰμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι.
I onu noć reče mu Gospod: ustani, siđi u oko, jer ti ga dadoh u ruke.
καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου·
Ako li se bojiš sam sići, siđi u oko sa Furom momkom svojim,
καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρὰ τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
I čućeš šta govore, pa će ti osiliti ruke i udarićeš na oko. I siđe on i Fura momak njegov do kraja vojske koja bijaše u okolu.
καὶ ἀκούσῃ, τί λαλήσουσι· καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου, καταβήσῃ ἐν τῇ παρεμβολῇ. καὶ κατέβη αὐτὸς καὶ Φαρὰ τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα, οἳ ἦσαν ἐν τῇ παρεμβολῇ.
A Madijani i Amalici i sav narod istočni ležahu po dolini kao skakavci, tako ih bješe mnogo; i kamilama njihovijem ne bješe broja; bješe ih mnogo kao pijeska po brijegu morskom.
καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλ᾿ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος.
I kad dođe Gedeon, a to jedan pripovijedaše drugu svojemu san, i govoraše: gle, usnih, a to pečen hljeb ječmen kotrljaše se k okolu Madijanskom i dođe do šatora i stade udarati o njih, te padahu, i ispremeta ih, i popadaše šatori.
καὶ ἦλθε Γεδεών, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν· ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιὰμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσε, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή.
A drug mu odgovori i reče: to nije drugo nego mač Gedeona sina Joasova čovjeka Izrailjca; predao mu je u ruke Bog Madijane i sav ovaj oko.
καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν· οὐκ ἔστιν αὕτη εἰ μὴ ρομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ Θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν.
I kad Gedeon ču kako onaj pripovjedi san i kako ga ovaj istumači, pokloni se i vrati se u oko Izrailjski i reče: ustajte, jer vam dade Gospod u ruke oko Madijanski.
καὶ ἐγένετο ὡς ἤκουσε Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησε Κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ εἶπεν· ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ.
Potom razdijeli trista ljudi u tri čete, i dade svakome po trubu u ruku i po prazan žban i po luč u žban.
καὶ διεῖλε τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκε κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις
I reče im: na mene gledajte, pa tako činite; gle, je ću doći na kraj okola, pa šta ja uščinim, to činite.
καὶ εἶπε πρὸς αὐτούς· ἀπ᾿ ἐμοῦ ὄψεσθε καὶ οὕτω ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς, καὶ ἔσται καθὼς ἂν ποιήσω, οὕτω ποιήσετε·
Kad ja zatrubim u trubu i svi koji budu sa mnom, tada i vi zatrubite u trube oko svega okola, i vičite: mač Gospodnji i Gedeonov.
καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ, καὶ πάντες μετ᾿ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε· τῷ Κυρίῳ καὶ τῷ Γεδεών.
I dođe Gedeon i sto ljudi što bijahu s njim na kraj okola, u početak srednje straže, istom bijahu promijenili stražu; a oni zatrubiše u trube i polupaše žbanove koje imahu u rukama.
καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ᾿ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.
Tako tri čete zatrubiše u trube i polupaše žbanove, i držahu u lijevoj ruci lučeve a u desnoj trube trubeći, i povikaše: mač Gospodnji i Gedeonov.
καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶ δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν· ρομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών.
I stadoše svaki na svom mjestu oko vojske; a sva se vojska smete i stadoše vikati i bježati.
καὶ ἔστησεν ἀνὴρ ἐφ᾿ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμε πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον.
A kad zatrubiše u trube onijeh tri stotine, Gospod obrati mač svakome na druga njegova po svemu okolu, te pobježe vojska do Vet-Asete, u Zererat, do obale Avel-meolske kod Tavata.
καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις, καὶ ἔθηκε Κύριος τὴν ρομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ,
A Izrailjci iz plemena Neftalimova i Asirova i iz svega plemena Manasijina stekoše se i goniše Madijane.
καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτὰ Γαραγαθὰ ἕως χείλους Ἀβωμεουλὰ ἐπὶ Ταβάθ. καὶ ἐβόησαν ἀνὴρ Ἰσραὴλ ἀπὸ Νεφθαλὶ καὶ ἀπὸ Ἀσὴρ καὶ ἀπὸ παντὸς Μανασσῆ καὶ ἐδίωξαν ὀπίσω Μαδιάμ.
I Gedeon posla glasnike po svoj gori Jefremovoj govoreći: siđite pred Madijane i uhvatite im vode do Vetvare duž Jordana. I stekoše se svi ljudi iz plemena Jefremova i uhvatiše vode do Vetvare duž Jordana.
καὶ ἀγγέλους ἐπέστειλε Γεδεὼν ἐν παντὶ ὄρει Ἐφραὶμ λέγων· κατάβητε εἰς συνάντησιν Μαδιὰμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην· καὶ ἐβόησε πᾶς ἀνὴρ Ἐφραὶμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην.
I uhvatiše dva kneza Madijanska, Oriva i Ziva, i ubiše Oriva na stijeni Orivovoj, a Ziva ubiše kod tijeska Zivova; i goniše Madijane, i donesoše glavu Orivovu i Zivovu ka Gedeonu preko Jordana.
καὶ συνελάβοντο τοὺς ἄρχοντας Μαδιὰμ καὶ τὸν Ὠρὴβ καὶ τὸν Ζὴβ καὶ ἀπέκτειναν τὸν Ὠρὴβ ἐν Σοὺρ καὶ τὸν Ζὴβ ἀπέκτειναν ἐν Ἱακεφζήφ καὶ κατεδίωξαν Μαδιὰμ· καὶ τὴν κεφαλὴν Ὠρὴβ καὶ Ζὴβ ἤνεγκαν πρὸς Γεδεὼν ἀπὸ πέραν τοῦ Ἰορδάνου.