Stari zavet
Kada, pak, završiše večeru, uvedoše Toviju k njoj.
ΟΤΕ δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβίαν πρὸς αὐτήν.
A on idući sjeti se riječi Rafailovih i uze prah tamjana i položi srce riblje i jetru pa okadi.
ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαὴλ καὶ ἔλαβε τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκε τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν.
Kada, pak, osjeti demon miris, pobježe na krajnje vrhove Egipta, i sveza ga anđeo.
ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος.
Pošto biše zaključani oboje, ustade Tovija sa kreveta i reče: Ustani, sestro, i pomolimo se da bi nas pomilovao Gospod.
ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης καὶ εἶπεν· ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα, ἵνα ἐλεήσῃ ἡμᾶς ὁ Κύριος.
I poče Tovija govoriti: Blagosloven si, Bože otaca naših, i blagosloveno Ime tvoje sveto i slavno u vjekove; neka Te blagosiljaju nebesa i sva stvorenja tvoja:
καὶ ἤρξατο Τωβίας λέγειν· εὐλογητὸς εἶ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου.
Ti si stvorio Adama i dao mu pomoćnicu Evu, potporu, ženu njegovu; od njih se rodi čovječije sjeme. Ti si rekao: Nije dobro da čovjek bude sam, stvorićemo mu pomoćnicu sličnu njemu;
σὺ ἐποίησας Ἀδὰμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὔαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγεννήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.
I sada, Eospode, ne radi bluda ja uzimam sestru moju ovu, nego za istinu. Zapovijedi da budem pomilovan i sa njom da ostarim.
καὶ νῦν, Κύριε, οὐ διά πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλὰ ἐπ᾿ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συγκαταγηρᾶσαι.
I reče sa njim: Amin.
καὶ εἶπε μετ᾿ αὐτοῦ· ἀμήν.
I spavaše oboje noću.
καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα.
I ustavši Raguilo, pođe i iskopa grob govoreći: Možda je i ovaj umro.
καὶ ἀναστὰς Ραγουὴλ ἐπορεύθη καὶ ὤρυξε τάφον λέγων· μὴ καὶ οὗτος ἀποθάνῃ;
I dođe Raguilo u dom svoj.
καὶ ἦλθε Ραγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ
I reče Edni, ženi svojoj: Pošalji jednu od sluškinja, neka vide da li je živ;
καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ· ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτόν, καὶ μηδεὶς γνῷ.
I uđe sluškinja otvorivši vrata, i nađe njih dvoje da spavaju.
καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρε τοὺς δύο καθεύδοντας.
I ušavši, javi im da je živ.
καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς, ὅτι ζῇ.
I blagoslovi Raguilo Boga govoreći: Blagosloven si, Bože, svakim blagoslovom čistim i svetim, i neka te blagosiljaju sveti tvoji, i sva stvorenja tvoja, i svi anđeli tvoji i izabranici tvoji neka Te blagosiljaju u sve vjekove.
καὶ εὐλόγησε Ραγουὴλ τὸν Θεὸν λέγων· εὐλογητὸς εἶ σύ, ὁ Θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.
Blagosloven si što me obradova, i ne dogodi mi se, kao što mišljah, nego po velikoj milosti tvojoj učinio si s nama.
εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾿ ἡμῶν.
Blagosloven si što pomilova dvoje jedinorođenih; učini im, Vladaru, milost, ispuni život njihov u zdravlju s radovanjem i milošću.
εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετ᾿ εὐφροσύνης καὶ ἐλέους.
Naredi potom slugama da zatrpaju grob.
ἐκέλευσε δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.
I učini im svadbu dana četrnaest.
καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δεκατεσσάρων.
I reče mu Raguilo prije nego se navršiše dani svadbe, sa zakletvom, da ne ode dok se ne napuni četrnaest dana svadbe,
καὶ εἶπεν αὐτῷ Ραγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου.
I onda, kad uzme polovinu imanja njegovog, da ode u zdravlju k ocu; a ostalo - kad umrem ja i žena moja.
καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μεθ᾿ ὑγιείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπά, ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.