Stari zavet
Gospode Svedržitelju, Bože Izrailjev, duša u tjeskobi i duh tugomoran vapije k Tebi.
ΚΥΡΙΕ παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ, ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρός σε.
Usliši, Gospode, i smiluj se, jer sagriješismo pred Tobom;
ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου,
Jer Ti si koji prebivaš vavijek, a mi koji propadamo vavijek.
ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.
Gospode Svedržitelju, Bože Izrailjev, usliši molitvu umrlih Izrailja i sinova koji griješe pred Tobom, koji ne poslušaše glasa Gospoda Boga svoga, te nas postigoše nevolje.
Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραὴλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου, οἳ οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά.
Ne pomeni nepravde otaca naših, nego se sjeti ruke Tvoje i imena Tvoga u vremenu ovom:
μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν, ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ·
Jer Ti si Gospod Bog naš, i hvalićemo Te, Gospode.
ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ αἰνέσομέν σε, Κύριε.
Jer za ovo si dao strah i srca naša, da prizivamo ime Tvoje, i da Te proslavljamo u preseljenju našem, jer izbacismo iz srca našeg svu nepravdu otaca naših, koji sagriješiše pred Tobom.
ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπί καρδίαν ἡμῶν τοῦ ἐπικαλεῖσθαι τὸ ὄνομά σου. καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου.
Evo nas danas u preseljenju našem, tamo gdje si nas rasejao na sramotu, i na kletvu i na naknadu za sve nepravde otaca naših, koji odstupiše od Gospoda Boga našega.
ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ ἡμῶν.
Slušaj, Izrailju, zapovjesti života, pazite da poznate mudrost.
Ἄκουε Ἰσραὴλ ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν.
Šta je, Izrailju, to što si u zemlji neprijatelja, što ostari u tuđini?
τί ἐστιν Ἰσραήλ; τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς,
Oskvrnavio si se zajedno sa mrtvima,
προσελογίσθης μετὰ τῶν εἰς ᾅδου;
Pribrojao si se onima u adu? Ostavio si izvor premudrosti.
ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας.
Putem Božjim da si hodio, živio bi u miru vavijek.
τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα.
Nauči gdje je premudrost, gdje sila, gdje znanje, da poznaš istovremeno gdje je dugo življenje i život, gdje je svjetlost očiju i mir.
μάθε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστι σύνεσις τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη.
Ko nađe mjesto njeno, i ko je ušao u riznice njene?
Τίς εὗρε τὸν τόπον αὐτῆς καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς;
Gdje su knezovi naroda i gospodari, zvijeri koje su na zemlji?
ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς,
Koji se igraju sa pticama nebeskim i koji srebro sabiraju, i zlato u koje se uzdaju ljudi, i nema kraja sticanju njihovom,
οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν,
Koji srebro oblikuju i o njemu brinu, i ne mogu se istražiti djela njihova?
οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν;
Iščezoše i u ad siđoše, i drugi namjesto njih ustadoše.
ἠφανίσθησαν καὶ εἰς ᾅδου κατέβησαν, καὶ ἄλλοι ἀντανέστησαν ἀντ᾿ αὐτῶν.
Mlađi vidješe svjetlost i nastaniše se na zemlji, put pak znanja ne poznaše,
νεώτεροι εἶδον φῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν,
Niti razumješe staze Njegove niti ih shvatiše; sinovi njihovi od puta Njegovog daleko biše.
οὐδὲ συνῆκαν τρίβους αὐτῆς, οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόρρω ἐγενήθησαν,
Niti se ču u Hananu, niti bi viđeno u Temanu,
οὐδὲ ἠκούσθη ἐν Χαναάν, οὐδὲ ὤφθη ἐν Θαιμάν,
Ni sinovi Agarini koji traže razum na zemlji, trgovci Mere i Temana basnoslovci i tragatelji znanja, put premudrosti ne poznaše, niti se sjetiše staza njenih.
οὔτε υἱοὶ Ἄγαρ, οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς, οἱ ἔμποροι τῆς Μερρὰν καὶ Θαιμάν, οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν τῆς σοφίας οὐκ ἔγνωσαν, οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς.
O, Izrailju, kako je veliki Dom Božji i prostrano mjesto obitališta Njegovog;
Ὦ Ἰσραήλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ·
Veliki i nema kraja, visok i bezmjeran.
μέγας καὶ οὐκ ἔχει τελευτήν, ὑψηλὸς καὶ ἀμέτρητος.
Tamo su bili gorostasi slavni od početka, postavši veoma veliki, vješti ratu.
ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ᾿ ἀρχῆς, γενόμενοι εὐμεγέθεις, ἐπιστάμενοι πόλεμον.
Nije njih izabrao Gospod, niti je put znanja dao njima;
οὐ τούτους ἐξελέξατο ὁ Θεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς·
I pogiboše zato što nisu imali mudrosti, pogiboše zbog nesavjesnosti svoje.
καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν.
Ko uziđe na nebo, i zadobio je (premudrost) i snese je sa oblaka?
Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν;
Ko pređe s one strane mora i nađe je, i donese je čistiju od zlata?
τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ;
Nema ga koji poznaje put njen i koji pamti staze njene.
οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς·
No koji sve znade, nju poznaje, pronađe je rasuđivanjem svojim. Koji je stvorio zemlju na vječno vrijeme, ispuni je životinjama četvoronožnim;
ἀλλ᾿ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων·
Koji šalje svjetlost, i ona ide, prizva je i posluša Ga sa trepetom.
ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ·
Zvijezde pak zasjaše na stražama svojim i zaradovaše se,
οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν.
Pozva ih i rekoše: Ovdje smo, i zasjaše sa veseljem Tvorcu svome.
ἐκάλεσεν αὐτοὺς καὶ εἶπον· πάρεσμεν, ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς.
On je Bog naš, i nema drugoga koji bi se sravnio sa njim.
οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.
On pronađe svaki put znanja i dade ga Jakovu, slugi svome, i Izrailju, voljenom od Njega;
ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ·
Posle toga na zemlji se javi i sa ljudima poživje.
μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.