Stari zavet
Ali usta sotona na Izrailja i navrati Davida da izbroji Izrailja.
ΚΑΙ ἔστη διάβολος ἐν τῷ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ.
I reče David Joavu i knezovima narodnijem: idite, izbrojte sinove Izrailjeve od Virsaveje dori do Dana, pa mi javite da znam koliko ih ima.
καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως· πορεύθητε, ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ καὶ ἕως Δὰν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.
Ali Joav reče: neka doda Gospod narodu svojemu koliko ga je sada još sto puta toliko; nijesu li, care gospodaru moj, svi sluge gospodaru mojemu? zašto traži to gospodar moj? zašto da bude na grijeh Izrailju?
καὶ εἶπεν Ἰωάβ· προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἱνατί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ.
Ali riječ careva nadjača Joava. I tako otide Joav i obide svega Izrailja, pa se vrati u Jerusalim.
τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ Ἰωάβ, καὶ ἐξῆλθεν Ἰωὰβ καὶ διῆλθεν ἐν παντὶ Ἰσραὴλ καὶ ἦλθεν εἰς Ἱερουσαλήμ.
I dade Joav broj prepisanoga naroda Davidu; i bijaše svega naroda Izrailjeva tisuća tisuća i sto tisuća ljudi koji mahahu mačem, a naroda Judina četiri stotine i sedamdeset tisuća ljudi koji mahahu mačem.
καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ, καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ υἱοὶ Ἰούδα τετρακόσιαι καὶ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.
A plemena Levijeva i Venijaminova ne izbroji s njima, jer mrska bješe Joavu zapovijest careva.
καὶ τὸν Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσε λόγος τοῦ βασιλέως τὸν Ἰωάβ.
A ne bješe mila Bogu ta stvar; zato udari Izrailja.
καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξε τὸν Ἰσραήλ.
I David reče Bogu: sagriješih veoma što to uradih; ali uzmi bezakonje sluge svojega, jer veoma ludo radih.
καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· ἡμάρτηκα σφόδρα, ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.
A Gospod reče Gadu vidiocu Davidovu govoreći:
καὶ ἐλάλησε Κύριος πρὸς Γὰδ τὸν ὁρῶντα λέγων·
Idi kaži Davidu i reci: ovako veli Gospod: troje ti dajem, izberi jedno da ti učinim.
πορεύου καὶ λάλησον πρὸς Δαυὶδ λέγων· οὕτω λέγει Κύριος· τρία αἱρῶ ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
I dođe Gad k Davidu i reče mu: tako veli Gospod, biraj:
καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ καὶ εἶπεν αὐτῷ· οὕτως λέγει Κύριος· ἔκλεξαι σεαυτῷ
Ili glad za tri godine, ili tri mjeseca da bježiš od neprijatelja svojih i mač neprijatelja tvojih da te stiže, ili tri dana mač Gospodnji i pomor da bude u zemlji i anđeo Gospodnji da ubija po svijem krajevima Izrailjevijem. Sada dakle gledaj što ću odgovoriti onomu koji me je poslao.
ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολοθρεῦσαι, ἢ τρεῖς ἡμέρας ρομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος Κυρίου ἐξολοθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον.
A David reče Gadu: u tjeskobi sam ljutoj; ali neka zapadnem Gospodu u ruke, jer je veoma velika milost njegova; a ljudima da ne zapadnem u ruke.
καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.
I tako pusti Gospod pomor na Izrailja, te pade Izrailja sedamdeset tisuća ljudi.
καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
I posla Gospod anđela u Jerusalim da ga ubija; i kad ubijaše, pogleda Gospod i sažali mu se sa zla; i reče anđelu koji ubijaše: dosta, spusti ruku svoju. A anđeo Gospodnji stajaše kod gumna Ornana Jevusejina,
καὶ ἀπέστειλεν ὁ Θεὸς ἄγγελον εἰς Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλόθρευσεν, εἶδε Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι· ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
A David podiže oči svoje i vidje anđela Gospodnjega gdje stoji između zemlje i neba a u ruci mu go mač, kojim bješe zamahnuo na Jerusalim; i pade David i starješine ničice, obučeni u kostrijet.
καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ρομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ἱερουσαλήμ· καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.
I reče David Bogu: nijesam li ja zapovjedio da se izbroji narod? ja sam dakle zgriješio i zlo učinio; a te ovce šta su učinile? Gospode Bože moj, neka se ruka tvoja obrati na me i na dom oca mojega; ali ne na taj narod da ga potre.
καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.
Tada anđeo Gospodnji reče Gadu da kaže Davidu da izide gore i načini oltar Gospodu na gumnu Ornana Jevusejina.
καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυίδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
I izide David po riječi Gadovoj, koju mu reče u ime Gospodnje.
καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου.
A Ornan okrenuv se ugleda anđela, i sakri se sa četiri sina svoja. Jer Ornan vrsijaše pšenicu.
καὶ ἐπέστρεψεν Ὀρνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ μεθαχαβίν· καὶ Ὀρνὰ ἦν ἁλοῶν πυρούς.
Utom dođe David do Ornana; i pogledav Ornan kad vidje Davida izide iz gumna i pokloni se Davidu licem do zemlje.
καὶ ἦλθε Δαυὶδ πρὸς Ὀρνά, καὶ Ὀρνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
Tada reče David Ornanu: daj mi to gumno da načinim na njemu oltar Gospodu; za novce koliko vrijedi daj mi ga, da bi prestao pomor u narodu.
καὶ εἶπε Δαυὶδ πρὸς Ὀρνά· δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ᾿ αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.
A Ornan reče Davidu: uzmi i neka čini gospodar moj car što mu je drago; evo dajem i volove za žrtve paljenice, i kola za drva, i pšenicu za dar; sve to dajem.
καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυίδ· λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα.
A car David reče Ornanu: ne, nego ću kupiti za novce šta vrijedi, jer neću da prinesem Gospodu što je tvoje ni da prinesem žrtve paljenice poklonjene.
καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ Ὀρνά· οὐχί, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ τοῦ ἀνανέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ.
I dade David Ornanu za ono mjesto na mjeru šest stotina sikala zlata.
καὶ ἔδωκε Δαυὶδ τῷ Ὀρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.
I ondje načini David oltar Gospodu, i prinese žrtve paljenice i žrtve zahvalne; i prizva Gospoda, i usliši ga spustivši oganj s neba na oltar žrtve paljenice.
καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν.
I zapovjedi Gospod anđelu, te vrati mač svoj u korice.
καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκε τὴν ρομφαίαν εἰς τὸν κολεὸν αὐτῆς.
U ono vrijeme vidjev David da ga Gospod usliši na gumnu Ornana Jevusejina prinošaše žrtve ondje.
ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ.
A šator Gospodnji, koji načini Mojsije u pustinji, i oltar za žrtve paljenice bijaše u to vrijeme na visini u Gavaonu.
καὶ σκηνὴ Κυρίου, ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών·
I David ne može ići k njemu da traži Boga, jer se uplaši od mača anđela Gospodnjega.
καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ρομφαίας ἀγγέλου Κυρίου.