1. Dnevnika 22

Stari zavet

1

I reče David: ovo je kuća Gospoda Boga i ovo je oltar za žrtvu paljenicu Izrailju.

ΚΑΙ εἶπε Δαυίδ· οὗτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ Θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ.

0
2

I zapovjedi David da se skupe inostranci koji bijahu u zemlji Izrailjevoj, i odredi kamenare da tešu kamen da se gradi dom Božji.

καὶ εἶπε Δαυὶδ συναγαγεῖν πάντας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ καὶ κατέστησε λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ.

0
3

I gvožđa mnogo za kline na krila vratima i na sastavke pripravi David, i mjedi mnogo bez mjere,

καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασε Δαυὶδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός·

0
4

I drva kedrovijeh bez broja; jer dovožahu Sidonci i Tirci mnogo drva kedrovijeh Davidu.

καὶ ξύλα κέδρινα, οὐκ ἦν ἀριθμός, ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυίδ.

0
5

Jer David govoraše: Solomun je sin moj dijete mlado, a dom koji treba zidati Gospodu treba da bude vrlo velik za slavu i diku po svijem zemljama; zato ću mu pripraviti što treba. I pripravi David mnoštvo prije smrti svoje.

καὶ εἶπε Δαυίδ· Σαλωμὼν ὁ υἱός μου παιδάριον ἁπαλόν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ Κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασε Δαυὶδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ.

0
6

Potom dozva sina svojega Solomuna i zapovjedi mu da sazida dom Gospodu Bogu Izrailjevu.

καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.

0
7

I reče David Solomunu: sine! bio sam naumio da sazidam dom imenu Gospoda Boga svojega.

καὶ εἶπε Δαυὶδ Σαλωμών· τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ.

0
8

Ali mi dođe riječ Gospodnja govoreći: mnogo si krvi prolio i velike si ratove vodio; nećeš ti sazidati doma imenu mojemu, jer si mnogo krvi prolio na zemlju preda mnom.

καὶ ἐγένετό μοι λόγος Κυρίου λέγων· αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας· οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τὴν γῆν ἐναντίον μου.

0
9

Evo, rodiće ti se sin, on će biti miran čovjek i smiriću ga od svijeh neprijatelja njegovijeh unaokolo; zato će mu biti ime Solomun; i mir i pokoj daću Izrailju za njegova vremena.

ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σαλωμὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ.

0
10

On će sazidati dom imenu mojemu, i on će mi biti sin, a ja njemu otac, i utvrdiću prijesto carstva njegova nad Izrailjem dovijeka.

οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν Ἰσραὴλ ἕως αἰῶνος.

0
11

Zato, sine, Gospod će biti s tobom, i bićeš srećan, te ćeš sazidati dom Gospoda Boga svojega kao što je govorio za te.

καὶ νῦν, υἱέ μου, ἔσται μετὰ σοῦ Κύριος, καὶ εὐοδώσει, καὶ οἰκοδομήσεις οἶκον τῷ Κυρίῳ Θεῷ σου, ὡς ἐλάλησε περὶ σοῦ.

0
12

Samo da ti da Gospod razum i mudrost kad te postavi nad Izrailjem da držiš zakon Gospoda Boga svojega.

ἀλλ᾿ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν Κύριος καὶ κατισχύσαι σε ἐπὶ Ἰσραὴλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου.

0
13

Tada ćeš biti srećan, ako uzdržiš i ustvoriš uredbe i zakone koje je zapovjedio Gospod preko Mojsija Izrailju. Budi slobodan i hrabar, ne boj se i ne plaši se.

τότε εὐοδώσει, ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς.

0
14

I evo, u nevolji svojoj pripravio sam za dom Gospodnji sto tisuća talanata zlata i tisuću tisuća talanata srebra; a mjedi i gvožđa bez mjere, jer ga ima mnogo, također i drva i kamena pripravio sam; a ti dodaj još.

καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστι σταθμός, ὅτι εἰς πλῆθός ἐστι· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες.

0
15

A imaš i poslenika mnogo, kamenara i zidara i drvodjelja, i svakojakih ljudi vještijeh svakom poslu.

καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα, τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ,

0
16

Ima zlata, srebra, i mjedi i gvožđa bez mjere; nastani dakle i radi, i Gospod će biti s tobom.

ἐν χρυσίῳ καὶ ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός. ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ.

0
17

Potom zapovjedi David svijem knezovima Izrailjevijem da pomažu Solomunu sinu njegovu:

καὶ ἐνετείλατο Δαυὶδ τοῖς πᾶσιν ἄρχουσιν Ἰσραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ·

0
18

Nije li s vama Gospod Bog vaš, koji vam je dao mir otsvuda? jer je dao u ruke moje stanovnike ove zemlje, i zemlja je pokorena Gospodu i narodu njegovu.

οὐχὶ Κύριος μεθ᾿ ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν ὑμῶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ.

0
19

Sada dakle upravite srce svoje i dušu svoju da tražite Gospoda Boga svojega; nastanite i zidajte svetinju Gospodu Bogu da unesete kovčeg zavjeta Gospodnjega i sveto posuđe Božije u dom koji će se sazidati imenu Gospodnjemu.

νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ Θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ Θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.

0