1. Samuilova 27

Stari zavet

1

Ali David reče u srcu svojem: poginuću kadgod od ruke Saulove; nema bolje za me nego da pobjegnem u zemlju Filistejsku, te će me se Saul okaniti i neće me više tražiti po krajevima Izrailjevijem; tako ću se izbaviti iz ruku njegovijeh.

ΚΑΙ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων· νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστι μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ.

0
2

Tada se podiže David i otide sa šest stotina ljudi koji bijahu s njim k Ahisu sinu Maohovu caru Gatskom.

καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ καὶ ἐπορεύθη πρὸς Ἀγχοῦς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ.

0
3

I osta David kod Ahisa u Gatu i ljudi njegovi, svaki sa svojom porodicom, David sa dvije žene svoje, Ahinoamom iz Jezraela i Avigejom iz Karmila ženom Navalovom.

καὶ ἐκάθισε Δαυὶδ μετὰ Ἀγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινὰαχ Ἰεζραηλῖτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου.

0
4

I kad javiše Saulu da je David utekao u Gat, presta ga tražiti.

καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γέθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.

0
5

A David reče Ahisu: ako sam našao milost pred tobom, neka mi dadu mjesto u kom gradu ove zemlje, da sjedim ondje, jer zašto da sjedi sluga tvoj s tobom u carskom gradu?

καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς· εἰ δή εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾿ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένη μετὰ σοῦ;

0
6

I dade mu Ahis onoga dana Siklag. Zato Siklag pripada carevima Judinijem do današnjega dana.

καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης.

0
7

I osta David u zemlji Filistejskoj godinu i četiri mjeseca.

καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας.

0
8

I izlažaše David sa svojim ljudima, i udaraše na Gesureje i Gerzeje i na Amalike; jer ti narodi življahu od starine u onoj zemlji od Sura pa do zemlje Misirske.

καὶ ἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου.

0
9

I pustošaše David onu zemlju ne ostavljajući u životu ni čovjeka ni žene, i otimaše ovce i volove i magarce i kamile i ruho, i vraćajući se dolažaše k Ahisu.

καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Ἀγχοῦς.

0
10

I Ahis pitaše: gdje ste danas udarali? A David govoraše: na južnu stranu Judinu, i na južnu stranu Jerameilsku, i na južnu stranu Kenejsku.

καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ· ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς· κατὰ νότον τῆς Ἰουδαίας καὶ κατὰ νότον Ἰεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζί.

0
11

Ali ne ostavljaše David u životu ni čovjeka ni žene da dovede u Gat govoreći: da nas ne tuže govoreći: tako je uradio David. I taki mu bijaše običaj za sve vrijeme dokle bijaše u zemlji Filistejskoj.

καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων· μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ᾿ ἡμῶν λέγοντες· τάδε Δαυὶδ ποιεῖ, καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων.

0
12

I Ahis vjerovaše Davidu, i govoraše: baš se omrazio s narodom svojim Izrailjem; zato će mi biti sluga dovijeka.

καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ Ἀγχοῦς σφόδρα λέγων· ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ἰσραὴλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

0