1. Samuilova 28

Stari zavet

1

I u ono vrijeme skupiše Filisteji vojsku svoju da zavojšte na Izrailja; i reče Ahis Davidu: znaj da ćeš ići sa mnom na vojsku ti i tvoji ljudi.

ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ, καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ· γινώσκων γνώσῃ ὅτι μετ᾿ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.

0
2

A David reče Ahisu: sad ćeš vidjeti šta će učiniti tvoj sluga. A Ahis reče Davidu: zato ću te postaviti da si čuvar glave moje svagda.

καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς· οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ· οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.

0
3

A Samuilo bijaše umro, i plaka za njim sav Izrailj, i pogreboše ga u Rami, u njegovu gradu. I Saul bijaše istrijebio iz zemlje gatare i vračare.

Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.

0
4

I Filisteji skupivši se dođoše i stadoše u oko kod Sunima; skupi i Saul sve Izrailjce, i stadoše u oko kod Gelvuje.

καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν, καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ.

0
5

Saul pak videći vojsku Filistejsku uplaši se, i srce mu uzdrhta veoma.

καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.

0
6

I upita Saul Gospoda, ali mu Gospod ne odgovori ni u snu ni preko Urima, ni preko proroka.

καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.

0
7

I Saul reče slugama svojim: tražite mi ženu s duhom vračarskim, da otidem k njoj i upitam je. A sluge mu rekoše: evo u Endoru ima žena u kojoj je duh vračarski.

καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ.

0
8

Tada se Saul preruši obukav druge haljine, i otide sa dva čovjeka, i dođe k onoj ženi noću; i on joj reče: hajde vračaj mi duhom vračarskim, i dozovi mi onoga koga ti kažem.

καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ· μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.

0
9

Ali mu žena reče: ta ti znaš šta je učinio Saul i kako je istrijebio iz zemlje gatare i vračare; zašto dakle mećeš zamku duši mojoj da me ubiješ?

καὶ εἶπεν αὐτῷ ἡ γυνή· ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαούλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν;

0
10

A Saul joj se zakle Gospodom govoreći: tako živ bio Gospod! neće ti biti ništa za to.

καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.

0
11

Tada reče žena: koga da ti dozovem? A on reče: Samuila mi dozovi.

καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπε· τὸν Σαμουὴλ ἀνάγαγέ μοι.

0
12

A kad žena vidje Samuila, povika iza glasa, i reče žena Saulu govoreći: zašto si me prevario? ta ti si Saul.

καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ.

0
13

A car joj reče: ne boj se; nego šta si vidjela? A žena reče Saulu: bogove sam vidjela gdje izlaze iz zemlje.

καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· μὴ φοβοῦ, εἰπὸν τίνα ἑώρακας. καὶ εἶπεν αὐτῷ ἡ γυνή· θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.

0
14

On joj opet reče: kakav je? Ona mu reče: star čovjek izlazi ogrnut plaštem. Tada razumje Saul da je Samuilo, i savi se licem do zemlje i pokloni se.

καὶ εἶπεν αὐτῇ· τί ἔγνως; καὶ εἶπεν αὐτῷ· ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. καὶ ἔγνω Σαούλ, ὅτι οὗτος Σαμουήλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

0
15

A Samuilo reče Saulu: zašto si me uznemirio i izazvao? Odgovori Saul: u nevolji sam velikoj, jer Filisteji zavojštiše na me, a Bog je otstupio od mene, i ne odgovara mi više ni preko proroka ni u snu, zato pozvah tebe da mi kažeš šta ću činiti.

καὶ εἶπε Σαμουήλ· ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ· θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.

0
16

A Samuilo reče: pa što mene pitaš, kad je Gospod otstupio od tebe i postao ti neprijatelj?

καὶ εἶπε Σαμουήλ· ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου·

0
17

Gospod je učinio kako je kazao preko mene; jer je Gospod istrgao carstvo iz tvoje ruke i dao ga bližnjemu tvojemu Davidu;

καὶ πεποίηκε Κύριός σοι καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυίδ.

0
18

Jer nijesi poslušao glasa Gospodnjega, niti si izvršio žestokoga gnjeva njegova na Amaliku; zato ti je danas Gospod to učinio.

διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τοῦτο τὸ ρῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.

0
19

I Gospod će predati i Izrailja s tobom u ruke Filistejima; te ćeš sjutra ti i sinovi tvoji biti kod mene; i oko Izrailjski predaće Gospod u ruke Filistejima.

καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων.

0
20

A Saul ujedanput pade na zemlju kolik je dug, jer se vrlo uplaši od riječi Samuilovijeh, i ne bješe snage u njemu, jer ne bješe ništa jeo vas dan i svu noć.

καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.

0
21

Tada žena pristupi k Saulu, i videći ga vrlo uplašena reče mu: evo, sluškinja te je tvoja poslušala, i nijesam za život svoj marila da bih te poslušala što si mi kazao.

καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι·

0
22

Nego sada i ti poslušaj šta će ti sluškinja tvoja kazati: postaviću ti malo hljeba, te jedi da se okrijepiš da se možeš vratiti svojim putem.

καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοι ἰσχύς, ὅτι πορεύῃ ἐν ὁδῷ.

0
23

A on ne htje, i reče: neću jesti. Ali navališe na nj sluge njegove i žena, te ih posluša, i ustavši sa zemlje sjede na postelju.

καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καί ἐκάθισεν ἐπὶ τὸν δίφρον.

0
24

A žena imaše kod kuće tele ugojeno, i brže ga zakla, i uze brašna te umijesi i ispeče hljebove prijesne.

καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε καὶ ἔπεψεν ἄζυμα

0
25

Potom postavi Saulu i slugama njegovijem, te jedoše. A poslije ustaše i otidoše iste noći.

καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παιδῶν αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

0