2. Dnevnika 29

Stari zavet

1

Jezekiji bješe dvadeset i pet godina kad poče carovati, i carova dvadeset i devet godina u Jerusalimu. Materi mu bješe ime Avija, kći Zaharijina.

ΚΑΙ Ἐζεκίας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν καὶ εἴκοσιν ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀββὰ θυγάτηρ Ζαχαρίου.

0
2

I činjaše što je pravo pred Gospodom sasvijem kako je činio David otac njegov.

καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

0
3

Prve godine svojega carovanja, prvoga mjeseca, otvori vrata na domu Gospodnjem, i opravi ih.

καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ μηνὶ τῷ πρώτῳ ἀνέῳξε τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.

0
4

I sazva sveštenike i Levite, i sabra ih na istočnu ulicu,

καὶ εἰσήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλῖτος τὸ πρὸς ἀνατολὰς καὶ εἶπεν αὐτοῖς·

0
5

I reče im: čujte me, Leviti, osveštajte se sada i osvetite dom Gospoda Boga otaca svojih, i iznesite nečistotu iz svetinje.

ἀκούσατε, οἱ Λευῖται, νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων·

0
6

Jer sagriješiše oci naši i činiše što je zlo pred Gospodom Bogom našim, i ostaviše ga; i odvratiše lice svoje od šatora Gospodnjega i okrenuše mu leđa;

ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα

0
7

I zatvoriše vrata od trijema, i pogasiše žiške, i kadom ne kadiše, niti žrtava paljenica prinosiše u svetinji Bogu Izrailjevu.

καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ Ἰσραήλ.

0
8

Zato se razgnjevi Gospod na Judu i na Jerusalim, te ih dade da se potucaju, i da budu čudo i potsmijeh, kako vidite svojim očima.

καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.

0
9

Jer eto padoše oci naši od mača, i sinovi naši i kćeri naše i žene naše zarobiše se zato.

καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν.

0
10

Sada dakle naumio sam zadati vjeru Gospodu Bogu Izrailjevu, da bi se odvratila od nas žestina gnjeva njegova.

ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην Κυρίου Θεοῦ Ἰσραήλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφ' ἡμῶν.

0
11

Sinovi moji, ne oklijevajte više, jer je vas izabrao Gospod da stojite pred njim i služite mu, i da mu budete sluge i da mu kadite.

καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας.

0
12

Tada ustaše Leviti Mat sin Amasajev i Joilo sin Azarijin od sinova Katovijeh; a od sinova Merarijevih Kis sin Avdijev i Azarija sin Jaleleilov; i od sinova Girsonovijeh Joah sin Zimin i Eden sin Joahov;

καὶ ἀνέστησαν οἱ Λευῖται, Μαὰθ ὁ τοῦ Ἀμασὶ καὶ Ἰωὴλ ὁ τοῦ Ἀζαρίου ἐκ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Μεραρὶ Κὶς ὁ τοῦ Ἀβδὶ καὶ Ἀζαρίας ὁ τοῦ Ἰαλλελήλ, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνὶ Ἰωδαὰδ ὁ τοῦ Ζεμμὰθ καὶ Ἰωαδὰμ ὁ τοῦ Ἰωαχά,

0
13

I od sinova Elisafanovijeh Simrije i Jeilo, i od sinova Asafovijeh Zaharija i Matanija;

καὶ τῶν υἱῶν Ἐλισαφὰν Ζαμβρὶ καὶ Ἰεϊήλ, καὶ τῶν υἱῶν Ἀσὰφ Ζαχαρίας καὶ Ματθανίας,

0
14

I od sinova Amonovijeh Jeilo i Simej, i od sinova Jedutunovijeh Semaja i Ozilo;

καὶ τῶν υἱῶν Αἰμὰν Ἰεϊὴλ καὶ Σεμεΐ, καὶ τῶν υἱῶν Ἰδιθοὺν Σαμαίας καὶ Ὀζιήλ,

0
15

I skupiše braću svoju, i osveštavši se dođoše, kako bješe zapovjedio car po riječi Gospodnjoj, da očiste dom Gospodnji.

καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου καθαρίσαι τὸν οἶκον Κυρίου.

0
16

I ušavši sveštenici u dom Gospodnji da ga očiste, iznosiše svu nečistotu što nađoše u crkvi Gospodnjoj u trijem doma Gospodnjega; a Leviti kupiše i iznosiše napolje na potok Kedron.

καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου, καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κέδρων ἔξω.

0
17

A počeše osvećivati prvoga dana prvoga mjeseca; a osmoga dana toga mjeseca uđoše u trijem Gospodnji, i osvećivaše dom Gospodnji osam dana, i šesnaestoga dana prvoga mjeseca svršiše.

καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν.

0
18

Potom dođoše k caru Jezekiji i rekoše: očistismo sav dom Gospodnji i oltar za žrtve paljenice i sve sudove njegove i sto za postavljanje i sve sudove njegove,

καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπαν· ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς·

0
19

I sve sudove koje bješe bacio car Ahaz dokle carovaše griješeći, i spremismo i osvetismo, i eno ih pred oltarom Gospodnjim.

καὶ πάντα τὰ σκεύη, ἃ ἐμίανεν ὁ βασιλεὺς Ἄχαζ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν, ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστηρίου Κυρίου.

0
20

Potom car Jezekija usta rano, i sazva upravitelje gradske, i otide u dom Gospodnji.

καὶ ὤρθρισεν Ἐζεκίας ὁ βασιλεὺς καὶ συνήγαγε τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον Κυρίου

0
21

I dovede sedam junaca i sedam ovnova i sedam jaganjaca i sedam jaraca za grijeh, za carstvo i za svetinju i za Judu; i reče sinovima Aronovijem sveštenicima da prinesu na oltaru Gospodnjem.

καὶ ἀνήνεγκε μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ἰσραὴλ καὶ εἶπε τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.

0
22

Tada zaklaše goveda, i sveštenici uzevši krv njihovu pokropiše oltar; zaklaše i ovnove, i krvlju njihovom pokropiše oltar; i zaklaše jaganjce i krvlju njihovom pokropiše oltar.

καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεαν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεαν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς ἀμνούς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ·

0
23

Potom dovedoše jarce za grijeh pred cara i pred zbor, i oni metnuše ruke svoje na njih.

καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπ' αὐτούς,

0
24

I zaklaše ih sveštenici, i očistiše krvlju njihovom oltar na očišćenje svemu Izrailju, jer car zapovjedi da se za sav narod Izrailjev prinese žrtva paljenica i žrtva za grijeh.

καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καί ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραήλ, ὅτι εἶπεν ὁ βασιλεύς, περὶ παντὸς Ἰσραὴλ ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.

0
25

I postavi Levite u domu Gospodnjem s kimvalima i psaltirima i guslama, kako bješe zapovjedio David i Gad vidjelac carev i Natan prorok; jer od Gospoda bješe zapovijest preko proroka njegovijeh.

καὶ ἔστησε τοὺς Λευίτας ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις καί ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυὶδ τοῦ βασιλέως καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Νάθαν τοῦ προφήτου, ὅτι διὰ ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν.

0
26

I tako stajahu Leviti sa spravama Davidovijem a sveštenici s trubama.

καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυὶδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξι.

0
27

Tada zapovjedi Jezekija da prinesu žrtvu paljenicu na oltaru. I kad se poče žrtva paljenica, poče se pjesma Gospodnja uz trube i sprave Davida cara Izrailjeva.

καὶ εἶπεν Ἐζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυὶδ βασιλέως Ἰσραήλ.

0
28

I sav se zbor klanjaše, i pjevači pjevahu i trubači trubljahu, i to sve dokle se ne svrši žrtva paljenica.

καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ σάλπιγγες σαλπίζουσαι, ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις.

0
29

A kad svršiše žrtvu, car i svi koji bijahu s njim padoše i pokloniše se.

καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν.

0
30

Potom reče car i knezovi Levitima da hvale Gospoda riječima Davidovijem i Asafa vidioca; i hvališe s velikim veseljem, i savivši se pokloniše se.

καὶ εἶπεν Ἐζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαυὶδ καὶ Ἀσὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ καὶ ἔπεσον καὶ προσεκύνησαν.

0
31

Tada Jezekija progovori i reče: sada posvetiste ruke svoje Gospodu, pristupite i donesite prinose i žrtve zahvalne u dom Gospodnji. I donese sav zbor prinose i žrtve zahvalne, i ko god bješe voljna srca žrtve paljenice.

καὶ ἀπεκρίθη Ἐζεκίας καὶ εἶπε· νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καί φέρετε θυσίας αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεις εἰς οἶκον Κυρίου καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.

0
32

I na broj bješe žrtava paljenica što donese zbor, sedamdeset volova, sto ovnova, dvjesta jaganjaca, sve za žrtvu paljenicu Gospodu;

καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως, ἧς ἀνήνεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα.

0
33

A drugih stvari posvećenijeh bješe šest stotina volova i tri tisuće ovaca.

καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια.

0
34

Ali malo bijaše sveštenika, te ne mogahu drijeti svijeh žrtava paljenica; zato im pomagahu braća njihova Leviti, dokle se ne svrši posao i dokle se ne osveštaše drugi sveštenici; jer Leviti bijahu radiji osveštati se nego sveštenici.

ἀλλ' ἢ οἱ ἱερεῖς ἦσαν ὀλίγοι καὶ οὐκ ἠδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς.

0
35

I bijaše vrlo mnogo žrtava paljenica s pretilinom od žrtava zahvalnijeh i naljeva na žrtve paljenice. Tako bi povraćena služba u domu Gospodnjem.

καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασι τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου.

0
36

I radovaše se Jezekija i sav narod, što Bog upravi narod, jer ovo bi naglo.

καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν Θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.

0