Stari zavet
Potom posla Jezekija k svemu Izrailju i Judi, i napisa knjige sinovima Jefremovijem i Manasijinim da dođu u dom Gospodnji u Jerusalim da proslave pashu Gospodu Bogu Izrailjevu.
ΚΑΙ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδα καὶ ἐπιστολὰς ἔγραψαν ἐπὶ τὸν Ἐφραὶμ καὶ Μανασσῆ ἐλθεῖν εἰς οἶκον Κυρίου εἰς Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.
Jer car i knezovi njegovi i sav zbor svijećaše u Jerusalimu da slave pashu drugoga mjeseca.
καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἐν Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ μηνὶ τῷ δευτέρῳ·
Jer je ne mogaše slaviti u to vrijeme, jer ne bijaše dosta sveštenika posvećenijeh i narod se ne bješe skupio u Jerusalim.
οὐ γὰρ ἠδυνάσθησαν ποιῆσαι αὐτὸ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ἱερουσαλήμ.
I to bi po volji caru i svemu zboru.
καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας.
I odrediše da oglase po svemu Izrailju od Virsaveje do Dana da dođu u Jerusalim da proslave pashu Gospodu Bogu Izrailjevu, jer je odavna ne bjehu slavili kako je napisano.
καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ ἕως Δάν, ἐλθόντας ποιῆσαι τὸ φασὲκ Κυρίῳ Θεῷ Ἰσραὴλ εἰς Ἱερουσαλήμ, ὅτι πλῆθος οὐκ ἐποίησε κατά τὴν γραφήν.
I tako otidoše glasnici s knjigama od cara i od knezova po svemu Izrailju i Judi, i po zapovijesti carevoj govorahu: sinovi Izrailjevi, obratite se ka Gospodu Bogu Avramovu, Isakovu i Izrailjevu, pa će se i on obratiti k ostatku koji ste ostali od ruku careva Asirskih.
καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες· οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ·
Ne budite kao oci vaši i kao braća vaša što griješiše Gospodu Bogu otaca svojih, te ih dade da budu čudo, kako vidite.
καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν, καθὼς ὑμεῖς ὁρᾶτε.
Ne budite dakle tvrdovrati kao oci vaši, dajte ruke Gospodu i hodite u svetinju njegovu koju je osvetio navijek, i služite Gospodu Bogu svojemu, pa će se odvratiti od vas žestina gnjeva njegova.
καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν· δότε δόξαν Κυρίῳ τῷ Θεῷ καὶ εἰσέλθετε εἰς τὸ ἁγίασμα αὐτοῦ, ὃ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ ἀποστρέψει ἀφ' ὑμῶν θυμὸν ὀργῆς.
Jer ako se obratite ka Gospodu, braća će vaša i sinovi vaši steći milost u onijeh koji ih zarobiše, te će se vratiti u ovu zemlju; jer je Gospod Bog vaš milostiv i žalostiv, i neće odvratiti lica od vas, ako se obratite k njemu.
ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην, ὅτι ἐλεήμων καὶ οἰκτίρμων Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν, ἐάν ἐπιστρέψωμεν πρὸς αὐτόν.
A kad ti glasnici iđahu od grada do grada po zemlji Jefremovoj i Manasijinoj dori do Zavulona, potsmijevahu im se i rugahu im se.
καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Ἐφραὶμ καὶ Μανασσῆ καὶ ἕως Ζαβουλών, καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι·
Ali neki od Asira i od Manasije i od Zavulona pokorivši se dođoše u Jerusalim.
ἀλλὰ ἄνθρωποι Ἀσὴρ καὶ ἀπὸ Μανασσῆ καὶ ἀπὸ Ζαβουλὼν ἐνετράπησαν καὶ ἦλθον εἰς Ἱερουσαλὴμ καὶ εἰς Ἰούδα.
I nad Judu dođe ruka Gospodnja, te im dade jedno srce da učine što bješe zapovjedio car i knezovi po riječi Gospodnjoj.
καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου,
I skupi se u Jerusalim mnoštvo naroda da praznuju praznik prijesnijeh hljebova drugog mjeseca, i bi sabor veoma velik.
καὶ συνήχθησαν εἰς Ἱερουσαλὴμ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα.
Tada se podigoše, i oboriše oltare što bijahu u Jerusalimu, i sve oltare kadione oboriše i baciše u potok Kison.
καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἱερουσαλήμ καὶ πάντα, ἐν οἷς ἐθυμίων τοῖς ψευδέσι, κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κέδρων.
Potom zaklaše pashu četrnaestoga dana drugoga mjeseca; a sveštenici i Leviti postidjevši se osveštaše se, i unesoše žrtve paljenice u dom Gospodnji.
καὶ ἔθυσαν τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.
I stadoše svojim redom kako treba po zakonu Mojsija sluge Božijega; i sveštenici kropiše krvlju primajući iz ruke Levitima.
καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν, κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευιτῶν·
I jer ih mnogo bijaše u zboru koji se ne bjehu osveštali; zato Leviti klahu pashu za svakoga koji ne bješe čist da bi ih posvetili Gospodu.
ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ Λευῖται ἦσαν τοῦ θύειν τὸ φασὲκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ Κυρίῳ.
Jer mnoštvo naroda, mnogi od Jefrema i od Manasije i od Isahara i od Zavulona ne očistiše se, nego jedoše pashu ne kako je napisano. Ali se za njih pomoli Jezekija govoreći: Gospod blagi neka očisti svakoga,
ὅτι τὸ πλεῖστον τοῦ λαοῦ ἀπὸ Ἐφραὶμ καὶ Μανασσῆ καὶ Ἰσσάχαρ καὶ Ζαβουλὼν οὐχ ἡγνίσθησαν, ἀλλ' ἔφαγον τὸ φασὲκ παρὰ τὴν γραφήν. καὶ προσηύξατο Ἐζεκίας περὶ αὐτῶν λέγων· Κύριος ἀγαθὸς ἐξιλασάσθω
Ko je upravio srce svoje da traži Boga Gospoda, Boga otaca svojih, ako i ne bi bio čist prema svetom očišćenju.
ὑπὲρ πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.
I usliši Gospod Jezekiju, i sačuva narod.
καὶ ἐπήκουσε Κύριος τῷ Ἐζεκίᾳ καὶ ἰάσατο τὸν λαόν.
I tako sinovi Izrailjevi koji bjehu u Jerusalimu praznovaše praznik prijesnijeh hljebova sedam dana u velikom veselju, i hvaljahu Gospoda svaki dan Leviti i sveštenici uz oruđa za slavu Gospodnju.
καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἱερουσαλὴμ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ Κυρίῳ ἡμέραν καθ' ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ Κυρίῳ.
I Jezekija govori ljubazno sa svijem Levitima koji vješti bijahu službi Gospodnjoj; i jedoše o prazniku sedam dana prinoseći žrtve zahvalne i slaveći Gospoda Boga otaca svojih.
καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ Κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίαν σωτηρίου καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.
I sav zbor dogovori se da praznuje još sedam dana; i praznovaše još sedam dana u veselju.
καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ.
Jer Jezekija car Judin dade zboru tisuću junaca i sedam tisuća ovaca; a knezovi dadoše zboru tisuću junaca i deset tisuća ovaca; i osvešta se mnogo sveštenika.
ὅτι Ἐζεκίας ἀπήρξατο τῷ Ἰούδᾳ τῇ ἐκκλησίᾳ χιλίους μόσχους καὶ ἑπτακισχίλια πρόβατα, καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος.
I tako se proveseli sav zbor Judin i sveštenici i Leviti, i sav zbor što bješe došao od Izrailja, i došljaci što bjehu došli iz zemlje Izrailjeve i koji življahu u zemlji Judinoj.
καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλησία, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶσα ἡ ἐκκλησία Ἰούδα καὶ οἱ εὑρεθέντες ἐξ Ἱερουσαλὴμ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς Ἰσραὴλ καὶ οἱ κατοικοῦντες Ἰούδα.
I bi veselje veliko u Jerusalimu; jer od vremena Solomuna sina Davidova cara Izrailjeva ne bi tako u Jerusalimu.
καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ἱερουσαλήμ· ἀπὸ ἡμερῶν Σαλωμὼν υἱοῦ Δαυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἱερουσαλήμ.
Potom ustaše sveštenici i Leviti i blagosloviše narod; i uslišen bi glas njihov, i molitva njihova dođe u stan svetinje Gospodnje na nebo.
καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ εὐλόγησαν τὸν λαόν· καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν, καὶ ἦλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν.