2. Dnevnika 7

Stari zavet

1

A kad svrši Solomun molitvu, siđe oganj s neba i spali žrtvu paljenicu i druge žrtve, i slave Gospodnje napuni se dom,

ΚΑΙ ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἔπλησε τὸν οἶκον.

0
2

Te ne mogahu sveštenici ući u dom Gospodnji, jer se slave Gospodnje napuni dom Gospodnji.

καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

0
3

A svi sinovi Izrailjevi videći gdje siđe oganj i slava Gospodnja na dom saviše se licem k zemlji do poda i pokloniše se i hvališe Gospoda, jer je dobar, jer je dovijeka milost njegova.

καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἑώρων καταβαῖνον τὸ πῦρ, καὶ ἡ δόξα Κυρίου ἐπὶ τὸν οἶκον, καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

0
4

I car i sav narod prinesoše žrtve pred Gospodom.

καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι Κυρίου.

0
5

I prinese car Solomun na žrtvu dvadeset i dvije tisuće volova i sto i dvadeset tisuća ovaca, i tako posvetiše dom Božji car i sav narod.

καὶ ἐθυσίασεν ὁ βασιλεὺς Σαλωμὼν τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας, καὶ ἐνεκαίνισε τὸν οἶκον τοῦ Θεοῦ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαός.

0
6

A sveštenici stajahu na službi svojoj, i Leviti sa spravama za pjesme Gospodnje što ih bješe načinio car David da hvale Gospoda, jer je dovijeka milost njegova, pjesmom Davidovom koju im dade; a drugi sveštenici trubljahu u trube prema njima, a svi sinovi Izrailjevi stajahu.

καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες, καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου τοῦ Δαυὶδ τοῦ βασιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυὶδ διὰ χειρὸς αὐτῶν, καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἑστηκώς.

0
7

I posveti Solomun sredinu trijema koji je pred domom Gospodnjim, jer ondje prinese žrtve paljenice i pretilinu od žrtava zahvalnijeh, jer na mjedenom oltaru koji načini Solomun, ne mogoše stati žrtve paljenice i dari i pretilina njihova.

καὶ ἡγίασε Σαλωμὼν τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ Κυρίου, ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν, ὃ ἐποίησε Σαλωμών, οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναὰ καὶ τὰ στέατα.

0
8

U to vrijeme svetkova Solomun svetkovinu sedam dana i sav Izrailj s njim, sabor veoma velik od Emata do potoka Misirskoga.

καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέρας καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ, ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αἰμὰθ καὶ ἕως χειμάρρου Αἰγύπτου.

0
9

I u osmi dan praznovaše praznik, jer posvećivanje oltara svetkovaše sedam dana, i svetkovinu sedam dana.

καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον, ὅτι ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν.

0
10

A dvadeset trećega dana sedmoga mjeseca otpusti narod k šatorima njihovijem, i bijahu radosni i veseli radi dobra što učini Gospod Davidu i Solomunu i Izrailju narodu svojemu.

καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλε τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησε Κύριος τῷ Δαυίδ, καὶ τῷ Σαλωμῶντι καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.

0
11

I svrši Solomun dom Gospodnji i dom carski, i bi srećan u svemu što bješe naumio da načini u domu Gospodnjem i u domu svom.

Καὶ συνετέλεσε Σαλωμὼν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως· καὶ πάντα, ὅσα ἠθέλησεν ἐν τῇ ψυχῇ Σαλωμὼν τοῦ ποιῆσαι ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ, εὐωδώθη.

0
12

Potom javi se Gospod Solomunu noću i reče mu: uslišio sam molbu tvoju i izabrao sam to mjesto da mi bude dom za žrtve.

καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν τὴν νύκτα καὶ εἶπεν αὐτῷ· ἤκουσα τῆς προσευχῆς σου καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.

0
13

Ako zatvorim nebo da ne bude dažda, ili ako zapovjedim skakavcima da popasu zemlju, ili ako pustim pomor na narod svoj,

ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός, καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον, καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου,

0
14

I ponizi se narod moj, na koji je prizvano ime moje, i pomole se, i potraže lice moje, i povrate se od zlijeh putova svojih, i ja ću tada uslišiti s neba i oprostiću im grijeh njihov, i iscijeliću zemlju njihovu.

καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, καὶ προσεύξωνται καὶ ζητήσωσι τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.

0
15

I oči će moje biti otvorene i uši moje prignute k molitvi s toga mjesta.

καὶ νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου.

0
16

Jer sada izabrah i posvetih dom taj da bude ime moje tu dovijeka; i biće tu oči moje i srce moje vazda.

καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας.

0
17

A ti ako uzideš preda mnom kako je išao David otac tvoj, tvoreći sve što sam ti zapovjedio i držeći uredbe moje i zakone moje,

καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυὶδ ὁ πατήρ σου καὶ ποιήσεις κατὰ πάντα, ἃ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ,

0
18

Utvrdiću prijesto carstva tvojega kako sam obećao Davidu ocu tvojemu govoreći: neće ti nestati čovjeka koji bi vladao u Izrailju.

καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου, ὡς διεθέμην Δαυὶδ τῷ πατρί σου λέγων· οὐκ ἐξαρθήσεταί σοι ἡγούμενος ἀνὴρ ἐν Ἰσραήλ.

0
19

Ali ako se odvratite, i ostavite uredbe moje i zapovjesti moje, koje sam vam dao, i otidete i stanete služiti drugim bogovima i klanjati im se,

καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, ἃς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,

0
20

Tada ću ih istrijebiti iz zemlje svoje koju sam im dao, i ovaj dom koji sam posvetio imenu svojemu odbaciću od sebe, i učiniću od njega priču i potsmijeh među svijem narodima.

καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι.

0
21

I dom ovaj koliko je slavan, ko god prođe mimo nj, začudiće mu se i reći će: zašto učini ovo Gospod od ove zemlje i od ovoga doma?

καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ· χάριν τίνος ἐποίησε Κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;

0
22

I odgovoriće se: jer odustaviše Gospoda Boga otaca svojih, koji ih izvede iz zemlje Misirske, i uzeše druge bogove i klanjaše im se i služiše im, zato pusti na njih sve ovo zlo.

καὶ ἐροῦσι· διότι ἐγκατέλιπον Κύριον τὸν Θεόν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἀντελάβοντο θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν ἐπ' αὐτούς πᾶσαν τὴν κακίαν ταύτην.

0