Stari zavet
A kad prođe dvadeset godina, u koje sazida Solomun dom Gospodnji i dom svoj,
ΚΑΙ ἐγένετο μετὰ εἴκοσιν ἔτη, ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ,
Pogradi Solomun gradove, koje mu dade Hiram, i naseli onuda sinove Izrailjeve.
καὶ τὰς πόλεις, ἃς ἔδωκε Χιρὰμ τῷ Σαλωμών, ᾠκοδόμησεν αὐτὰς Σαλωμών καὶ κατῴκισεν ἐκεῖ τοὺς υἰοὺς Ἰσραήλ.
Potom otide Solomun na Emat Sovski, i osvoji ga.
καὶ ἦλθε Σαλωμὼν εἰς Βαισωβὰ καὶ κατίσχυσεν αὐτήν.
I sazida Tadmor u pustinji i sve gradove za žitnice sazida u Ematu.
καὶ ᾠκοδόμησε τὴν Θοεδμὸρ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς, ἃς ᾠκοδόμησεν ἐν Ἡμάθ.
Sazida i Vet-Oron gornji i Vet-Oron donji, tvrde gradove, sa zidovima, vratima i prijevornicama,
καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν ἄνω καὶ τὴν Βαιθωρὼν τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ μοχλοί,
I Valat i sve gradove u kojima Solomun imaše žitnice, i gradove u kojima mu bijahu kola, i gradove u kojima bijahu konjici, i što god Solomunu bi volja zidati u Jerusalimu i na Livanu i u svoj zemlji carstva svojega.
καὶ τὴν Βααλὰθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς, αἳ ἦσαν τῷ Σαλωμών, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεθύμησε Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
I sav narod što bješe ostao od Heteja i od Amoreja i od Ferezeja i od Jeveja i od Jevuseja, koji ne bijahu od Izrailja,
πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου, οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραήλ,
Od sinova njihovijeh koji bjehu ostali iza njih u zemlji, kojih ne potrše sinovi Izrailjevi, njih nagna Solomun da plaćaju danak do današnjega dana.
ἀλλ' ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετ' αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.
A od sinova Izrailjevijeh, kojih ne učini Solomun robovima za svoj posao, nego bijahu vojnici i poglavari nad vojvodama njegovijem, i zapovjednici nad kolima i konjicima njegovijem,
καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ, ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων.
Od njih bijaše glavnijeh nastojnika, koje imaše car Solomun, dvjesta i pedeset, koji upravljahu narodom.
καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμών· πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.
I kćer faraonovu preseli Solomun iz grada Davidova u dom koji joj sazida, jer reče: neće sjedjeti žena moja u domu Davida cara Izrailjeva, jer je svet što je došao u nj kovčeg Gospodnji.
Καὶ τὴν θυγατέρα Φαραὼ ἀνήγαγε Σαλωμὼν ἐκ πόλεως Δαυὶδ εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν· οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ, ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς Κυρίου.
Tada prinošaše Solomun žrtve paljenice Gospodu na oltaru Gospodnjem koji načini pred trijemom,
Τότε ἀνήνεγκε Σαλωμὼν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε Κυρίῳ ἀπέναντι τοῦ ναοῦ,
Što trebaše od dana na dan prinositi po zapovijesti Mojsijevoj, u subote i na mladine i na praznike, tri puta u godini, na praznik prijesnijeh hljebova i na praznik sedmica i na praznik sjenica.
κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶ καὶ ἐν ταῖς ἑορταῖς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν.
I postavi po naredbi Davida oca svojega redove svešteničke prema službi njihovoj, i Levitske prema dužnosti njihovoj, da hvale Boga i služe pred sveštenicima kako treba svaki dan, i vratare po redovima njihovijem nad svakim vratima; jer taka bijaše zapovijest Davida čovjeka Božijega.
καὶ ἔστησε κατὰ τὴν κρίσιν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ τὰς διαιρέσεις τῶν ἱερέων, κατὰ τὰς λειτουργίας αὐτῶν, καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ, καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ.
I ne otstupiše od zapovijesti careve za sveštenike i Levite ni u čem, ni za riznice.
οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς.
Tako se svrši sve djelo Solomunovo od onoga dana kad bi osnovan dom Gospodnji pa dokle ga ne dovrši, i gotov bi dom Gospodnji.
καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία, ἀφ' ἧς ἡμέρας ἐθεμελιώθη, ἕως οὗ ἐτελείωσε Σαλωμὼν τὸν οἶκον Κυρίου.
Tada otide Solomun u Esion-Gaver i u Elot na brijegu morskom u zemlji Edomskoj.
Τότε ᾤχετο Σαλωμὼν εἰς Γασιὼν Γαβὲρ καὶ εἰς τὴν Αἰλὰθ τὴν παραθαλασσίαν ἐν γῇ Ἰδουμαίᾳ.
A Hiram posla mu po svojim slugama lađe i sluge vješte moru, i otidoše sa slugama Solomunovijem u Ofir i uzeše odande četiri stotine i pedeset talanata zlata i donesoše caru Solomunu.
καὶ ἀπέστειλε Χιρὰμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾤχοντο μετὰ τῶν παίδων Σαλωμὼν εἰς Σωφιρὰ καὶ ἔλαβον ἐκεῖθεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμών.