Stari zavet
I dugo bijaše rat između doma Saulova i doma Davidova; ali David sve većma jačaše a dom Saulov postajaše sve slabiji.
ΚΑΙ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.
I Davidu se rodiše sinovi u Hevronu: prvenac mu bješe Amnon od Ahinoame Jezraeljanke;
Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος,
Drugi bješe Hileav od Avigeje žene Navala Karmilca; treći Avesalom sin Mahe kćeri Talmaja cara Gesurskoga;
καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσίρ,
Četvrti Adonija sin Agitin; i peti Sefatija sin Avitalin;
καὶ ὁ τέταρτος Ὀρνία υἱὸς Φεγγίθ, καὶ ὁ πέμπτος Σαβατία τῆς Ἀβιτάλ,
I šesti Itram od Egle žene Davidove. Ti se rodiše Davidu u Hevronu.
καὶ ὁ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών.
I dok bijaše rat između doma Saulova i doma Davidova, Avenir branjaše dom Saulov.
Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ.
A Saul imaše inoču po imenu Resfu kćer Ajinu; i Isvostej reče Aveniru: zašto si spavao kod inoče oca mojega?
καὶ τῷ Σαοὺλ παλλακὴ Ρεσφὰ θυγάτηρ Ἰάλ· καὶ εἶπεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννήρ· τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;
I Avenir se razgnjevi na riječi Isvostejeve i reče: jesam li ja pasja glava, koji sada činim na Judi milost domu Saula oca tvojega i braći njegovoj i prijateljima njegovijem, i nijesam te pustio u ruke Davidove, te danas tražiš na meni zlo radi te žene?
καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ, καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν· μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ· καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
Tako neka učini Bog Aveniru, i tako neka doda, ako ne učinim Davidu kako mu se Gospod zakleo,
τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυίδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ
Da se prenese ovo carstvo od doma Saulova, i da se utvrdi prijesto Davidov nad Izrailjem i nad Judom, od Dana do Virsaveje.
περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαούλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ.
I on ne može više ništa odgovoriti Aveniru, jer ga se bojaše.
καὶ οὐκ ἠδυνάσθη ἔτι Ἰεβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ρῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.
I Avenir posla poslanike k Davidu od sebe i poruči: čija je zemlja? I poruči mu: učini vjeru sa mnom, i evo ruka će moja biti s tobom, da obratim k tebi svega Izrailja.
Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα λέγων· διάθου διαθήκην σου μετ᾿ ἐμοῦ, καὶ ἰδοὺ ἡ χεὶρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ.
A on odgovori: dobro; ja ću učiniti vjeru s tobom; ali jedno ištem od tebe, i to: da ne vidiš lica mojega ako mi prvo ne dovedeš Mihalu kćer Saulovu, kad dođeš da vidiš lice moje.
καὶ εἶπε Δαυίδ· καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων· οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.
I posla David poslanike k Isvosteju sinu Saulovu, i poruči mu: daj mi ženu moju Mihalu, koju isprosih za sto okrajaka Filistejskih.
καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς Ἰεβοσθὲ υἱὸν Σαοὺλ ἀγγέλους λέγων· ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχόλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων.
I Isvostej posla te je uze od muža, od Faltila, sina Laisova.
καὶ ἀπέστειλεν Ἰεβοσθὲ καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς.
A muž njezin pođe s njom, i jednako plakaše za njom do Vaurima. Tada mu reče Avenir: idi, vrati se natrag. I on se vrati.
καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ᾿ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν Ἀβεννήρ· πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε.
Potom Avenir govori starješinama Izrailjskim, i reče im: pređe tražiste Davida da bude car nad vama.
καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ λέγων· χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφ᾿ ὑμῶν·
Eto sada učinite; jer je Gospod rekao za Davida govoreći: preko Davida sluge svojega izbaviću narod svoj Izrailja iz ruku Filistejskih i iz ruku svijeh neprijatelja njihovijeh.
καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ λέγων· ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.
Tako govori Avenir i sinovima Venijaminovijem. Potom otide Avenir i u Hevron da kaže Davidu sve što za dobro nađe Izrailj i sav dom Venijaminov.
καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν. καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν.
I kad dođe Avenir k Davidu u Hevron i s njim dvadeset ljudi, učini David gozbu Aveniru i ljudima koji bijahu s njim.
Καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ μετ᾿ αὐτοῦ εἴκοσιν ἄνδρες. καὶ ἐποίησε Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ πότον.
I reče Avenir Davidu: da ustanem i idem da skupim k caru gospodaru svojemu sav narod Izrailjev da učine vjeru s tobom, pa da caruješ kako ti duša želi. I David otpusti Avenira da ide s mirom.
καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυίδ· ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ καὶ διαθήσομαι μετ᾿ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἀβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.
A gle, sluge Davidove vraćahu se s Joavom iz boja, i tjerahu sa sobom velik plijen; a Avenir već ne bješe kod Davida u Hevronu, jer ga otpusti, te otide s mirom.
καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθ᾿ ἑαυτῶν· καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.
Joav dakle i sva vojska što bješe s njim dođoše onamo; i javiše Joavu govoreći: Avenir sin Nirov dolazio je k caru, i on ga otpusti te otide s mirom.
καὶ Ἰωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ λέγοντες· ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυίδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.
I Joav otide k caru i reče: šta učini? Gle, Avenir je dolazio k tebi; zašto ga pusti te otide?
καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπε· τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σέ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;
Poznaješ li Avenira sina Nirova? dolazio je da te prevari, da vidi kuda hodiš i da dozna sve šta radiš.
ἦ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;
Potom otišav Joav od Davida posla ljude za Avenirom da ga vrate od studenca Sire, a David ne znadijaše za to.
καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυὶδ οὐκ ᾔδει.
I kad se vrati Avenir u Hevron, odvede ga Joav na stranu pod vrata kao da govori s njim nasamo; ondje ga udari pod peto rebro, te umrije za krv Asaila brata njegova.
καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἱματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.
A kad David poslije to ču, reče: ja nijesam kriv ni carstvo moje pred Gospodom dovijeka za krv Avenira sina Nirova.
Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα καὶ εἶπεν· ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ·
Neka padne na glavu Joavovu i na sav dom oca njegova; i neka dom Joavov ne bude nikad bez čovjeka bolna od tečenja ili gubava ili koji ide o štapu ili koji padne od mača ili koji nema hljeba.
καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ρομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.
Tako Joav i Avisaj brat njegov ubiše Avenira što on pogubi Asaila brata njihova kod Gavaona u boju.
Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν Ἀβεννὴρ ἀνθ᾿ ὧν ἐθανάτωσε τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαών, ἐν τῷ πολέμῳ.
I reče David Joavu i svemu narodu koji bijaše s njim: razderite haljine svoje i pripašite kostrijet, i plačite za Avenirom. I car David iđaše za nosilima.
καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ· διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
A kad pogreboše Avenira u Hevronu, car podiže glas svoj i plaka na grobu Avenirovu; plaka i sav narod.
καὶ θάπτουσι τὸν Ἀβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ Ἀβεννήρ.
I naričući za Avenirom reče: umrije li Avenir kako umire bezumnik?
καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ καὶ εἶπεν· εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ;
Ruke tvoje ne biše vezane, niti noge tvoje u okov okovane; pao si kao što se pada od nevaljalijeh ljudi. Tada još većma plaka za njim sav narod.
αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.
I dođe sav narod nudeći Davida da jede što, dok još bijaše dan; ali se David zakle i reče: Bog neka mi učini tako, i tako neka doda, ako okusim hljeba ili što drugo dok ne zađe sunce.
καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσε Δαυὶδ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.
I sav narod ču to, i bi im po volji; što god činjaše car, bješe po volji svemu narodu.
καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.
I pozna sav narod i sav Izrailj u onaj dan da nije bilo od cara što pogibe Avenir sin Nirov.
καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.
I car reče slugama svojim: ne znate li da je vojvoda i to veliki poginuo danas u Izrailju?
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ· οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ;
Ali ja sam sada još slab, ako i jesam pomazani car; a ovi ljudi, sinovi Serujini, vrlo su mi silni. Neka Gospod plati onome koji čini zlo prema zloći njegovoj.
καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουΐας σκληρότεροί μού εἰσιν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.