2. Samuilova 4

Stari zavet

1

A kad ču sin Saulov da je poginuo Avenir u Hevronu, klonuše mu ruke, i sav se Izrailj smete.

ΚΑΙ ἤκουσεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ ὅτι τέθνηκεν Ἀβεννὴρ υἱὸς Νὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν.

0
2

A imaše sin Saulov dvije vojvode nad četama; jednom bješe ime Vana, a drugom bješe ime Rihav, sinovi Rimona Viroćanina, od sinova Venijaminovijeh; jer se i Virot brojaše Venijaminu;

καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Ἰεβοσθὲ υἱῷ Σαούλ, ὄνομα τῷ ἑνὶ Βαανὰ καὶ ὄνομα τῷ δευτέρῳ Ρηχάβ, υἱοὶ Ρεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν· ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν,

0
3

A Viroćani bijahu pobjegli u Gitajim, gdje ostaše kao došljaci do današnjega dana.

καὶ ἀπέδρασαν οἱ Βηθωραῖοι εἰς Γεθθαὶμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.

0
4

I imaše Jonatan sin Saulov sina hroma na nogu, kojemu bijaše pet godina kad dođe glas o smrti Saulovoj i Jonatanovoj iz Jezraela, te ga uze dadilja njegova i pobježe, i kad brzo bježaše, on pade i ohronu; a ime mu bijaše Mefivostej.

καὶ τῷ Ἰωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰεζραήλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγε, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ.

0
5

I pođoše sinovi Rimona Viroćanina, Rihav i Vana, i dođoše u podne u kuću Isvostejevu; a on počivaše u podne.

καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμὼν τοῦ Βηρωθαίου Ρεκχὰ καὶ Βαανὰ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Ἰεβοσθέ. καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας,

0
6

I uđoše u kuću kao da uzmu pšenice, i probodoše ga pod peto rebro Rihav i Vana, i pobjegoše.

καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς καὶ ἐνύσταξε καὶ ἐκάθευδε, καὶ Ρεκχὰ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον

0
7

Kad uđoše u kuću, on ležaše na postelji svojoj u klijeti gdje spavaše, te ga probodoše i ubiše, i otsjekoše mu glavu i uzeše je, pa otidoše putem preko polja cijelu onu noć.

καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Ἰεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσι καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.

0
8

I donesoše glavu Isvostejevu Davidu u Hevron, i rekoše caru: evo glave Isvosteja sina Saulova, neprijatelja tvojega, koji je tražio dušu tvoju; i Gospod osveti danas cara gospodara mojega od Saula i sjemena njegova.

καὶ ἤνεγκαν τὴν κεφαλὴν Ἰεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν πρὸς τὸν βασιλέα· ἰδοὺ ἡ κεφαλὴ Ἰεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.

0
9

Ali David odgovarajući Rihavu i Vani bratu njegovu, sinovima Rimona Viroćanina, reče im: tako da je živ Gospod, koji je izbavio dušu moju iz svake nevolje.

καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ρεκχὰ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμὼν τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,

0
10

Kad onoga koji mi javi govoreći: gle, pogibe Saul, i mišljaše da će mi javiti dobre glase, uhvatih i ubih u Siklagu, i to mu bi od mene dar za glase njegove,

ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαούλ, καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια.

0
11

Akamoli ljude bezbožne, koji ubiše čovjeka prava, u kući njegovoj, na postelji njegovoj! neću li iskati krvi njegove iz vaših ruku, i vas istrijebiti sa zemlje?

καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς.

0
12

I zapovjedi David momcima svojim, te ih pogubiše, i otsjekoše im ruke i noge, i objesiše kod jezera Hevronskoga; a glavu Isvostejevu uzeše i pogreboše u grobu Avenirovu u Hevronu.

καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτείνουσιν αὐτοὺς καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών· καὶ τὴν κεφαλὴν Ἰεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.

0