Stari zavet
Poslije skupi opet David sve ljude izabrane iz Izrailja, trideset tisuća.
ΚΑΙ συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ Ἰσραήλ, ὡς ἑβδομήκοντα χιλιάδας.
Pa se podiže David i sav narod što bijaše s njim i otide iz Vale Judine da prenese otuda kovčeg Božji, kod kojega se prizivlje ime, ime Gospoda nad vojskama, koji sjedi na heruvimima.
καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφ᾿ ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβὶν ἐπ᾿ αὐτῆς.
I metnuše kovčeg Božji na nova kola, i povezoše ga iz kuće Avinadavove, koja bijaše na brdu; a Uza i Ahijo sinovi Avinadavovi upravljahu novijem kolima.
καὶ ἐπεβίβασαν τὴν κιβωτὸν Κυρίου ἐφ᾿ ἅμαξαν καινὴν καὶ ᾖραν αὐτὴν ἐξ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμιναδὰβ ἦγον τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ,
I odvezoše kovčeg Božji iz kuće Avinadavove, koja bijaše na brdu, i Ahijo iđaše pred kovčegom.
καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.
A David i sav dom Izrailjev udarahu pred Gospodom u svakojake sprave od drveta kedrova, u gusle, u psaltire, u bubnje, u svirale i u kimvale.
καὶ Δαυὶδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς.
A kad dođoše do gumna Nahonova, Uza se maši za kovčeg Božji i prihvati ga, jer volovi potegoše na stranu.
καὶ παραγίνονται ἕως ἅλω Ναχών, καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος.
I Gospod se razgnjevi na Uzu, i udari ga Bog ondje za tu nepažnju, te umrije ondje kod kovčega Božijega.
καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ Ὀζά, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ.
I ožalosti se David što Gospod ubi Uzu. Zato se prozva ono mjesto Fares-Uza do danas.
καὶ ἠθύμησε Δαυὶδ ὑπὲρ οὗ διέκοψε Κύριος διακοπὴν ἐν τῷ Ὀζά· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ Ὀζὰ ἕως τῆς ἡμέρας ταύτης.
I uplaši se David od Gospoda u onaj dan, i reče: kako će doći k meni kovčeg Gospodnji?
καὶ ἐφοβήθη Δαυὶδ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς Κυρίου;
I ne htje David odvesti kovčega Gospodnjega k sebi u grad Davidov; nego ga skloni David u kuću Ovid-Edoma Getejina.
καὶ οὐκ ἐβούλετο Δαυὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὴν πόλιν Δαυίδ, καὶ ἀπέκλινεν αὐτὴν Δαυὶδ εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου.
I osta kovčeg Gospodnji u kući Ovid-Edoma Getejina tri mjeseca, i blagoslovi Gospod Ovid-Edoma i sav dom njegov.
καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Κυρίου εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησε Κύριος ὅλον τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ.
I javiše caru Davidu govoreći: Gospod blagoslovi dom Ovid-Edomov i sve što ima radi kovčega Božijega. Tada otide David, i prenese kovčeg Božji iz kuće Ovid-Edomove u grad Davidov s veseljem.
καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυὶδ λέγοντες· εὐλόγησε Κύριος τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ ἕνεκα τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἐπορεύθη Δαυὶδ καὶ ἀνήγαγε τὴν κιβωτὸν τοῦ Κυρίου ἐκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυὶδ ἐν εὐφροσύνῃ.
I kad oni koji nošahu kovčeg Gospodnji postupiše šest koraka, prinese na žrtvu vola i debela ovna.
καὶ ἦσαν μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνες.
I David igraše iz sve snage pred Gospodom, i bješe ogrnut oplećkom lanenijem.
καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.
Tako David i sav dom Izrailjev nošahu kovčeg Gospodnji podvikujući i trubeći u trube.
καὶ Δαυὶδ καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κιβωτὸν Κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.
A kad kovčeg Gospodnji ulažaše u grad Davidov, Mihala kći Saulova gledajući s prozora vidje cara Davida gdje skače i igra pred Gospodom, i podrugnu mu se u srcu svojem.
καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυὶδ καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ διέκυπτε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον Κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς.
A kad donesoše kovčeg Gospodnji, namjestiše ga na njegovo mjesto u šatoru koji mu razape David. I prinese David žrtve paljenice i žrtve zahvalne pred Gospodom.
καὶ φέρουσι τὴν κιβωτὸν τοῦ Κυρίου καὶ ἀνέθησαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ· καὶ ἀνήνεγκε Δαυὶδ ὁλοκαυτώματα ἐνώπιον Κυρίου καὶ εἰρηνικάς.
Potom prinesavši David žrtve paljenice i žrtve zahvalne blagoslovi narod u ime Gospoda nad vojskama.
καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων.
I razdade među sav narod, među sve mnoštvo Izrailjevo, i ljudima i ženama, svakome po jedan hljeb i komad mesa i žban vina. Potom otide narod, svak svojoj kući.
καὶ διεμέρισε παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ Δὰν ἕως Βηρσαβεὲ καὶ ἀπό ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλθε πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.
I David se vrati da blagoslovi svoj dom; a Mihala kći Saulova izide na susret Davidu, i reče: kako je slavan bio danas car Izrailjev, kad se danas otkrivao pred sluškinjama sluga svojih, kao što se otkrivaju nikaki ljudi!
καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπε· τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ἰσραήλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων;
A David reče Mihali: pred Gospodom, koji me je izabrao preko oca tvojega i preko svega doma njegova, te mi zapovjedio da budem vođ narodu Gospodnjemu, Izrailju, igrao sam, i igraću pred Gospodom.
καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ· ἐνώπιον Κυρίου ὀρχήσομαι· εὐλογητὸς Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου
I još ću se većma poniziti, i još ću manji sebi biti; i opet ću biti slavan pred sluškinjama, za koje govoriš.
καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με μὴ δοξασθῆναι.
I Mihala kći Saulova ne ima poroda do smrti svoje.
καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.