2. Samuilova 7

Stari zavet

1

A kad car sjeđaše kod kuće svoje, i Gospod mu dade mir svuda unaokolo od svijeh neprijatelja njegovijeh,

ΚΑΙ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ,

0
2

Reče car Natanu proroku: vidi, ja stojim u kući od kedrova drveta, a kovčeg Božji stoji pod zavjesima.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην· ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.

0
3

A Natan reče caru: šta ti je god u srcu, idi, čini, jer je Gospod s tobom.

καὶ εἶπε Νάθαν πρὸς τὸν βασιλέα· πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ.

0
4

Ali onu noć dođe riječ Gospodnja k Natanu govoreći:

καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Νάθαν λέγων·

0
5

Idi i reci sluzi mojemu Davidu: ovako veli Gospod: ti li ćeš mi načiniti kuću da u njoj nastavam?

πορεύου, καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυίδ· τάδε λέγει Κύριος· οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με·

0
6

Kad nijesam nastavao u kući otkad izvedoh sinove Izrailjeve iz Misira do danas, nego sam hodio u šatoru i u naslonu,

ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ᾿ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ,

0
7

Kuda sam god hodio sa svijem sinovima Izrailjevim, jesam li jednu riječ rekao kome od sudija Izrailjevijeh, kojima zapovijedah da pasu narod moj Izrailja, i kazao: zašto mi ne načinite kuće od kedra?

ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραήλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων· ἱνατί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;

0
8

Ovako dakle reci Davidu sluzi mojemu: ovako veli Gospod nad vojskama: ja te uzeh od tora, od ovaca, da budeš vođ narodu mojemu, Izrailju;

καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυίδ· τάδε λέγει Κύριος παντοκράτωρ· ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ἰσραὴλ

0
9

I bjeh s tobom kuda si god hodio, i istrijebih sve neprijatelje tvoje ispred tebe, i stekoh ti ime veliko, kao što je ime velikijeh ljudi koji su na zemlji.

καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.

0
10

I odrediću mjesto narodu svojemu Izrailju, i posadiću ga, te će nastavati u svom mjestu, i neće se više pretresati, niti će ih više mučiti nepravednici kao prije,

καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾿ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾿ ἀρχῆς,

0
11

I od onoga dana kad postavih sudije nad narodom svojim Izrailjem; i smiriću te od svijeh neprijatelja tvojih. Jošte ti javlja Gospod da će ti Gospod načiniti kuću.

ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι Κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.

0
12

Kad se navrše dani tvoji, i počineš kod otaca svojih, podignuću sjeme tvoje nakon tebe, koje će izaći iz utrobe tvoje, i utvrdiću carstvo njegovo.

καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·

0
13

On će sazidati dom imenu mojemu, i utvrdiću prijesto carstva njegova dovijeka.

αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.

0
14

Ja ću mu biti otac, i on će mi biti sin; ako učini što zlo, karaću ga prutom ljudskim i udarcima sinova čovječijih.

ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ράβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων·

0
15

Ali milost moja neće se ukloniti od njega kao što sam je uklonio od Saula, kojega uklonih ispred tebe.

τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ᾿ ὧν ἀπέστησα ἐκ προσώπου μου.

0
16

Nego će tvrd biti dom tvoj i carstvo tvoje dovijeka pred tobom, i prijesto će tvoj stajati dovijeka.

καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου. καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.

0
17

Po svijem ovijem riječima i po svoj ovoj utvari kaza Natan Davidu.

κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ.

0
18

Tada dođe car David i stade pred Gospodom, i reče: ko sam ja, Gospode, Gospode, i šta je moj dom, te si me doveo dovde?

καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκάθισεν ἐνώπιον Κυρίου καὶ εἶπε· τίς εἰμι ἐγώ, Κύριέ μου Κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως τούτων;

0
19

Pa i to ti se još čini malo, Gospode, Gospode, nego si govorio i za dom sluge svojega na dugo vremena. Je li to zakon čovječji, Gospode, Gospode!

καὶ κατεσμικρύνθην μικρὸν ἐνώπιόν σου, Κύριέ μου Κύριε. καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου Κύριε.

0
20

Ali šta će jošte David da ti govori? ta ti znaš slugu svojega, Gospode, Gospode!

καὶ τί προσθήσει Δαυὶδ ἔτι τοῦ λαλῆσαι πρός σε; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, Κύριέ μου Κύριε.

0
21

Radi riječi svoje i po srcu svojemu učinio si sve ove velike stvari obznanjujući ih sluzi svojemu.

διὰ τὸν λόγον σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου

0
22

Zato si velik, Gospode Bože, nema takoga kakav si ti; i nema Boga osim tebe, po svemu što čusmo svojim ušima.

ἕνεκεν τοῦ μεγαλῦναί σε, Κύριέ μου Κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.

0
23

Jer koji je narod na zemlji kao tvoj narod Izrailj? kojega je radi Bog išao da ga iskupi da mu bude narod i da steče sebi ime i da vam učini velika i strašna djela u zemlji tvojoj, pred narodom tvojim, koji si iskupio sebi iz Misira, od naroda i bogova njihovijeh.

καὶ τίς ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαόν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὓς ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα;

0
24

Jer si utvrdio sebi narod svoj Izrailja da ti bude narod dovijeka; a ti si im, Gospode, Bog.

καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ εἰς λαὸν ἕως αἰῶνος, καὶ σύ, Κύριε, ἐγένου αὐτοῖς εἰς Θεόν.

0
25

I tako, Gospode Bože, riječ koju si obrekao sluzi svojemu i domu njegovu, potvrdi zasvagda, i učini kako si rekao.

καὶ νῦν, Κύριέ μου Κύριε, τὸ ρῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε παντοκράτωρ Θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας,

0
26

Neka se veliča ime tvoje dovijeka, da se govori: Gospod je nad vojskama Bog nad Izrailjem; i dom sluge tvojega Davida neka stoji tvrdo pred tobom.

μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος.

0
27

Jer si ti, Gospode nad vojskama, Bože Izrailjev, javio sluzi svojemu govoreći: dom ću sazidati tebi. Zato sluga tvoj nađe u srcu svojem da ti se pomoli ovom molitvom.

Κύριε παντοκράτωρ Θεὸς Ἰσραήλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων· οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρός σε τὴν προσευχὴν ταύτην.

0
28

Tako, Gospode, Gospode, ti si Bog, i riječi su tvoje istina; ti si ovo dobro obrekao sluzi svojemu.

καὶ νῦν, Κύριέ μου Κύριε, σὺ εἶ ὁ Θεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα·

0
29

Budi dakle voljan i blagoslovi dom sluge svojega da bude dovijeka pred tobom; jer si ti, Gospode, rekao, i tvojim će blagoslovom biti blagosloven dom sluge tvojega dovijeka.

καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σύ, Κύριέ μου Κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα.

0