Amos 2

Stari zavet

1

Ovako veli Gospod: za tri zla i za četiri što učini Moav, neću mu oprostiti, jer sažeže kosti cara Edomskoga u kreč.

ΤΑΔΕ λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν.

0
2

Nego ću pustiti oganj na Moava, te će proždrijeti dvorove u Kariotu, i Moav će poginuti s vrevom, s vikom i s glasom trubnijem.

καὶ ἐξαποστελῶ πῦρ εἰς Μωάβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.

0
3

I istrijebiću sudiju iz njega i sve knezove njegove pobiću s njim, veli Gospod.

καὶ ἐξολοθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας αὐτῆς ἀποκτενῶ μετ᾿ αὐτοῦ, λέγει Κύριος.

0
4

Ovako veli Gospod: za tri zla i za četiri što učini Juda, neću mu oprostiti, jer prezreše zakon Gospodnji i uredaba njegovijeh ne držaše, i prevariše se lažima svojim, za kojima hodiše oci njihovi.

Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισίν ἀσεβείαις υἱῶν Ἰούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον τοῦ Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν, ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν.

0
5

Nego ću pustiti oganj u Judu, te će proždrijeti dvore Jerusalimske.

καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ.

0
6

Ovako veli Gospod: za tri zla i za četiri što učini Izrailj, neću mu oprostiti, jer prodavaše pravednika za novce i ubogoga za jedne opanke.

Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων,

0
7

Čeznu za prahom zemaljskim na glavi siromasima, i prevraćaju put smjernima; i sin i otac odlaze k jednoj djevojci da skvrne sveto ime moje.

τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλῶσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν.

0
8

I na haljinama u zalogu uzetijem leže kod svakoga oltara, i vino oglobljenijeh piju u kući bogova svojih.

καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν.

0
9

A ja istrijebih ispred njih Amoreje, koji bijahu visoki kao kedri i jaki kao hrastovi, i potrh rod njihov ozgo i žile njihove ozdo.

ἐγὼ δὲ ἐξῇρα τὸν Ἀμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν, καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ρίζας αὐτοῦ ὑποκάτωθεν.

0
10

I ja vas izvedoh iz zemlje Misirske, i vodih vas po pustinji četrdeset godina da biste naslijedili zemlju Amorejsku.

καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμορραίων.

0
11

I podizah između sinova vaših proroke i između mladića vaših nazireje. Nije li tako? sinovi Izrailjevi, govori Gospod.

καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν. μὴ οὐκ ἔστι ταῦτα υἱοὶ Ἰσραήλ; λέγει Κύριος.

0
12

A vi pojiste nazireje vinom, i prorocima zabranjivaste govoreći: ne prorokujte.

καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες· οὐ μὴ προφητεύσητε.

0
13

Evo, ja ću vas pritisnuti na mjestu vašem kao što se pritiskuju kola puna snoplja.

διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης·

0
14

I neće biti bijega brzomu, i jaki neće utvrditi krjeposti svoje, i hrabri neće spasti duše svoje.

καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ,

0
15

I strijelac neće se održati, i laki na nogu neće se izbaviti, niti će konjik spasti duše svoje.

καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ καὶ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ

0
16

Nego će najhrabriji među junacima go pobjeći u onaj dan, govori Gospod.

καὶ ὁ κραταιὸς οὐ μὴ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.

0