Amos 3

Stari zavet

1

Čujte riječ koju govori Gospod za vas, sinovi Izrailjevi, za sve pleme koje sam izveo iz zemlje Misirske, govoreći:

ΑΚΟΥΣΑΤΕ τὸν λόγον τοῦτον, ὃν ἐλάλησε Κύριος ἐφ᾿ ὑμᾶς, οἶκος Ἰσραήλ, καὶ κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων·

0
2

Samo vas poznah između svijeh plemena zemaljskih, zato ću vas pohoditi za sva bezakonja vaša.

πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ᾿ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.

0
3

Hoće li dvojica ići zajedno, ako se ne sastanu?

εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;

0
4

Hoće li riknuti lav u šumi, ako nema lova? hoće li lavić pustiti glas svoj iz pećine svoje, ako ne uhvati što?

εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι;

0
5

Hoće li ptica pasti u mrežu na zemlju, ako nema zamke? hoće li se dignuti mreža sa zemlje, ako se ništa ne uhvati?

εἰ πεσεῖται ὄρνεον ἐπὶ γῆς γῆς ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τί;

0
6

Hoće li truba trubiti po gradu, a narod da ne dotrči uplašen? hoće li biti nesreća u gradu, a Gospod da je ne učini?

εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε;

0
7

Jer Gospod Gospod ne čini ništa ne otkrivši tajne svoje slugama svojim prorocima.

διότι οὐ μὴ ποιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποικαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.

0
8

Kad lav rikne, ko se neće bojati? kad Gospod reče, ko neće prorokovati?

λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει;

0
9

Oglasite po dvorovima Azotskim i po dvorovima u zemlji Misirskoj, i recite: skupite se na gore Samarijske i vidite velike nerede u njoj i nasilje u njoj.

Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε· συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ·

0
10

Ne znaju činiti pravo, govori Gospod, sabiraju blago nasiljem i grabežem u dvorima svojim.

καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν.

0
11

Zato ovako veli Gospod Gospod: neprijatelj je oko zemlje i oboriće ti silu tvoju, i oplijeniće se dvorovi tvoji.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός· Τύρος, κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.

0
12

Ovako veli Gospod: kao kad pastir istrgne iz usta lavu dvije golijeni ili kraj od uha, tako će se istrgnuti sinovi Izrailjevi koji sjede u Samariji na uglu od odra i nakraj postelje.

τάδε λέγει Κύριος· ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι τῆς φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς,

0
13

Čujte i zasvjedočite u domu Jakovljevu, govori Gospod Gospod Bog nad vojskama.

ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακώβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ·

0
14

Kad pohodim Izrailja za grijehe njegove, tada ću pohoditi i oltare Vetiljske, i odbiće se rogovi oltaru i pašće na zemlju.

διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπ᾿ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν·

0
15

I udariću kuću zimnu i ljetnu kuću, i propašće kuće od slonove kosti, i nestaće velikih kuća, govori Gospod.

συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται ἕτεροι οἶκοι πολλοί, λέγει Κύριος.

0