Isaija 45

Stari zavet

1

Ovako govori Gospod pomazaniku svojemu Kiru, kojega držim za desnicu, da oborim pred njim narode i careve raspašem, da se otvoraju vrata pred njim i da ne budu vrata zatvorena:

ΟΥΤΩ λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται.

0
2

Ja ću ići pred tobom, i putove neravne poravniću, vrata mjedena razbiću i prijevornice gvozdene slomiću.

ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω

0
3

I daću ti blago tajno i bogatstvo sakriveno, da poznaš da sam ja Gospod Bog Izrailjev, koji te zovem po imenu.

καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ καλῶν τὸ ὄνομά σου, ὁ Θεὸς Ἰσραήλ.

0
4

Radi sluge svojega Jakova i Izrailja izbranika svojega prozvah te imenom tvojim i prezimenom, premda me ne znaš.

ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε, σὺ δὲ οὐκ ἔγνως με

0
5

Ja sam Gospod, i nema drugoga, osim mene nema boga; opasah te, premda me ne znaš,

ὅτι ἐγὼ Κύριος ὁ Θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ Θεός, ἐνίσχυσά σε καὶ οὐκ ᾔδεις με,

0
6

Da bi poznali od istoka sunčanoga i od zapada da nema drugoga osim mene; ja sam Gospod i nema drugoga,

ἵνα γνῶσι οἱ ἀπ᾿ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεός, καὶ οὐκ ἔστιν ἔτι·

0
7

Koji pravim svjetlost i stvaram mrak, gradim mir i stvaram zlo; ja Gospod činim sve to.

ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ Κύριος ὁ Θεὸς ὁ ποιῶν πάντα ταῦτα.

1
8

Rosite, nebesa, ozgo, i oblaci neka kaplju pravdom, neka se otvori zemlja i neka rodi spasenjem i zajedno neka uzraste pravda; ja Gospod stvorih to.

εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ρανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι Κύριος ὁ κτίσας σε.

0
9

Teško onom ko se svađa s tvorcem svojim; crijep s drugim crepovima neka se svađa; ali hoće li kao reći lončaru svojemu: šta radiš? za tvoj posao nema ruku.

Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας;

0
10

Teško onom ko govori ocu: što rađaš? i ženi: što se porađaš?

μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; ὁ λέγων τῷ πατρί· τί γεννήσεις; καὶ τῇ μητρί· τί ὠδίνεις;

0
11

Ovako veli Gospod svetac Izrailjev i tvorac njegov: pitajte me što će biti; za sinove moje i za djelo ruku mojih naređujte mi.

ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ ὁ ποιήσας τὰ ἐπερχόμενα· ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.

0
12

Ja sam načinio zemlju i čovjeka na njoj stvorio, ja sam razapeo nebesa svojim rukama, i svoj vojsci njihovoj dao zapovijest.

ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.

0
13

Ja ga podigoh u pravdi, i sve putove njegove poravniću; on će sazidati moj grad i roblje moje otpustiće, ne za novce ni za darove, veli Gospod nad vojskama.

ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος σαβαώθ.

0
14

Ovako veli Gospod: trud Misirski i trgovina Etiopska i Savaca ljudi visoka rasta doći će k tebi i biti tvoja; za tobom će pristati, u okovima će ići, i tebi će se klanjati, tebi će se moliti govoreći: doista, Bog je u tebi, i nema drugoga Boga.

Οὕτω λέγει Κύριος σαβαώθ· ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι καὶ οὐκ ἐστι Θεὸς πλὴν σοῦ·

0
15

Da, ti si Bog, koji se kriješ, Bog Izrailjev, spasitelj.

σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ.

0
16

Oni će se svi postidjeti i posramiti, otići će sa sramotom svikoliki koji grade likove.

αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με, νῆσοι.

0
17

A Izrailja će spasti Gospod spasenjem vječnijem, nećete se postidjeti niti ćete se osramotiti dovijeka.

Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι.

0
18

Jer ovako veli Gospod, koji je stvorio nebo, Bog, koji je sazdao zemlju i načinio je i utvrdio, i nije je stvorio naprazno, nego je načinio da se na njoj nastava: ja sam Gospod, i nema drugoga.

Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν   ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι.

0
19

Nijesam govorio tajno ni na mračnu mjestu na zemlji, nijesam rekao sjemenu Jakovljevu: tražite me uzalud. Ja Gospod govorim pravdu, javljam što je pravo.

οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ· μάταιον ζητήσατε. ἐγώ εἰμι ἐγώ εἰμι Κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.

0
20

Skupite se i dođite, pristupite svi koji ste se izbavili između naroda. Ništa ne znaju koji nose drvo od svojega lika i mole se bogu koji ne može pomoći.

συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν, οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ οἱ προσευχόμενοι ὡς πρὸς θεούς, οἳ οὐ σῴζουσι.

0
21

Oglasite, i dovedite, neka vijećaju zajedno: ko je to od starine kazao? ko je javio još onda? Nijesam li ja, Gospod? Nema osim mene drugoga Boga, nema Boga pravednoga i spasitelja drugoga osim mene.

εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ᾿ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν· ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ.

0
22

Pogledajte u mene, i spašćete se svi krajevi zemaljski; jer sam ja Bog, i nema drugoga.

ἐπιστράφητε ἐπ᾿ ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ᾿ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστιν ἄλλος.

0
23

Sobom se zakleh; izide iz usta mojih riječ pravedna, i neće se poreći, da će mi se pokloniti svako koljeno, i zaklinjati se svaki jezik,

κατ᾿ ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ Θεῷ

0
24

I govoriće: u Gospodu je pravda i sila; k njemu će doći; ali će se posramiti svi koji se gnjeve na nj.

λέγων· δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσι καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς·

0
25

U Gospodu će se opravdati i proslaviti sve sjeme Izrailjevo.

ἀπὸ Κυρίου δικαιωθήσονται καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.

0