Stari zavet
Ovako veli Gospod: gdje je raspusna knjiga matere vaše kojom je pustih? ili koji je između rukodavalaca mojih kome vas prodadoh? Gle, za bezakonja svoja prodadoste se i za vaše prijestupe bi puštena mati vaša.
ΟΥΤΩΣ λέγει Κύριος· ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.
Zašto kad dođoh ne bi nikoga? kad zvah, niko se ne odazva? da nije kako god okračala ruka moja, te ne može iskupiti? ili nema u mene snage da izbavim? Gle, prijetnjom svojom isušujem more; obraćam rijeke u pustinju da se usmrde ribe njihove zato što nestane vode, i mru od žeđi.
τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ρύσασθαι ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποθανοῦνται ἐν δίψει.
Oblačim nebesa u mrak, i kostrijet im dajem za pokrivač.
ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ.
Gospod Gospod dade mi jezik učen da umijem progovoriti zgodnu riječ umornom; budi svako jutro, budi mi uši, da slušam kao učenici.
Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον ἔθηκέ μοι πρωΐ πρωΐ, προσέθηκέ μοι ὠτίον ἀκούειν·
Gospod Gospod otvori mi uši, i ja se ne protivih, ne otstupih natrag.
καὶ ἡ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω,
Leđa svoja podmetah onima koji me bijahu i obraze svoje onima koji me čupahu; ne zaklonih lica svojega od ruga ni od zapljuvanja.
τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ραπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων·
Jer mi Gospod Gospod pomaže, zato se ne osramotih, zato stavih čelo svoje kao kremen, i znam da se neću postidjeti.
καὶ Κύριος Κύριος βοηθός μοι ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ·
Blizu je onaj koji me pravda; ko će se preti sa mnom? stanimo zajedno; ko je suparnik moj? neka pristupi k meni.
ὅτι ἐγγίζει ὁ δικαιώσας με. τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι.
Gle, Gospod Gospod pomagaće mi: ko će me osuditi? Gle, svi će oni kao haljina ovetšati, moljac će ih izjesti.
ἰδοὺ Κύριος Κύριος βοηθήσει μοι· τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς.
Ko se među vama boji Gospoda i sluša glas sluge njegova? Ko hodi po mraku i nema vidjela, neka se uzda u ime Gospodnje i neka se oslanja na Boga svojega.
Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. οἱ πορευόμενοι ἐν σκότει καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ.
Gle, svi koji ložite oganj i opasujete se iskrama, idite u svjetlosti ognja svojega i u iskrama koje raspaliste. To vam je iz moje ruke, u mukama ćete ležati.
ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε· δι᾿ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.