Stari zavet
Poslušajte me koji idete za pravdom, koji tražite Gospoda; pogledajte stijenu iz koje ste isječeni, i duboku jamu iz koje ste iskopani;
ΑΚΟΥΣΑΤΕ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν Κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε.
Pogledajte Avrama, oca svojega, i Saru, koja vas je rodila, kako ga inokosna pozvah i blagoslovih ga i umnožih ga.
ἐμβλέψατε εἰς Ἁβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν.
Jer će Gospod utješiti Sion, utješiće sve razvaline njegove, i pustinju njegovu učiniće da bude kao Edem i pustoš njegova kao vrt Gospodnji, radost će se i veselje nalaziti u njemu, zahvaljivanje i pjevanje.
καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.
Poslušaj me, narode moj, i čuj me, rode moj; jer će zakon od mene izaći i sud svoj postaviću da bude vidjelo narodima.
ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.
Blizu je pravda moja, izaći će spasenje moje, i mišice će moje suditi narodima; mene će ostrva čekati i u moju će se mišicu uzdati.
ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι καὶ εἰς τὸν βραχίονά ἐλπιοῦσιν.
Podignite k nebu oči svoje i pogledajte dolje na zemlju; jer će nebesa iščeznuti kao dim i zemlja će kao haljina ovetšati, i koji na njoj žive pomrijeće također; a spasenje će moje ostati dovijeka, i pravde moje neće nestati.
ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατέ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ.
Poslušajte me koji znate pravdu, narode, kojemu je u srcu zakon moj. Ne bojte se ruženja ljudskoga i od huljenja njihova ne plašite se.
ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.
Jer će ih moljac izjesti kao haljinu, i kao vunu izješće ih crv; a pravda moja ostaje dovijeka i spasenje moje od koljena na koljeno.
ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.
Probudi se, probudi se, obuci se u silu, mišico Gospodnja; probudi se kao u staro vrijeme, za naraštaja prošlijeh; nijesi li ti isjekla Ravu i ranila zmaja?
Ἐξεγείρου ἐξεγείρου, Ἱερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ
Nijesi li ti isušila more, vodu bezdana velikoga, od dubine morske načinila put da prođu izbavljeni?
ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ρυομένοις
Tako oni koje iskupi Gospod neka se vrate i dođu u Sion pjevajući, i veselje vječno neka bude nad glavom njihovom; radost i veselje neka zadobiju, a žalost i uzdisanje neka bježi.
καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις; καὶ εὐφροσύνη καταλήψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
Ja, ja sam utješitelj vaš; ko si ti da se bojiš čovjeka smrtnoga i sina čovječijega, koji je kao trava?
ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίνα εὐλαβηθεῖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.
I zaboravio si Boga tvorca svojega, koji je razapeo nebesa i osnovao zemlju? i jednako se bojiš svaki dan gnjeva onoga koji te pritješnjuje kad se sprema da zatire? a gdje je gnjev onoga koji pritješnjuje?
καὶ ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε;
Brzo će se oprostiti sužanj, neće umrijeti u jami, niti će biti bez hljeba.
ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ·
Jer sam ja Gospod Bog tvoj, koji raskidam more, da valovi njegovi buče; Gospod nad vojskama ime mi je.
ὅτι ἐγὼ ὁ Θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι.
Ja ti metnuh u usta riječi svoje i sjenom ruke svoje zaklonih te, da utvrdim nebesa i osnujem zemlju, i rečem Sionu: ti si moj narod.
θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιών· λαός μου εἶ σύ.
Probudi se, probudi se, ustani, Jerusalime! koji si pio iz ruke Gospodnje čašu gnjeva njegova, pio si, i talog iz strašne čaše ispio si.
Ἐξεγείρου ἐξεγείρου, ἀνάστηθι, Ἱερουσαλήμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας.
Od svijeh sinova koje je rodio nijedan ga nije vodio, i od svijeh sinova koje je othranio nijedan ga nije prihvatio za ruku.
καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας.
Ovo te dvoje zadesi; ko te požali? Pustoš i rasap, i glad i mač; ko će te utješiti?
δύο ταῦτα ἀντικείμενά σοι· τίς συλλυπηθήσεταί σοι; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα. τίς παρακαλέσει σε;
Sinovi tvoji obamrli leže po krajevima svijeh ulica kao bivo u mreži puni gnjeva Gospodnjega, i karanja Boga tvojega.
οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ᾿ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ.
Zato čuj ovo, nevoljni, i pijani, ne od vina.
διὰ τοῦτο ἄκουε, τεταπεινωμένη, καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου·
Ovako veli Gospod tvoj, Gospod i Bog tvoj, koji brani svoj narod: evo uzimam iz tvoje ruke čašu strašnu, talog u čaši gnjeva svojega; nećeš više piti.
οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό·
Nego ću je dati u ruke onima koji te muče, koji govoriše duši tvojoj: sagni se da prijeđemo, i ti si im podmetao leđa svoja da budu kao zemlja i kao ulica onima koji prelaze.
καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου· κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις.