Jeremija 20

Stari zavet

1

A Pashor sin Imirov sveštenik, koji bijaše starješina u domu Gospodnjem, ču Jeremiju gdje prorokuje te riječi.

ΚΑΙ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς   καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου   τοῦ Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους.

0
2

I udari Pashor proroka Jeremiju, i metnu ga u tamnicu na gornjim vratima Venijaminovijem uz dom Gospodnji.

καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.

0
3

A sjutradan kad Pashor izvede Jeremiju iz tamnice, reče mu Jeremija: Gospod ti nadje ime ne Pashor nego Magor-Misaviv.

καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ Ἱερεμίας· οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σου, ἀλλ' ἢ Μέτοικον.

0
4

Jer ovako veli Gospod: evo, ja ću pustiti na te strah, na te i na sve prijatelje tvoje, koji će pasti od mača neprijatelja svojih, i oči će tvoje vidjeti, i svega ću Judu dati u ruke caru Vavilonskom, koji će ih odvesti u Vavilon, i pobiće ih mačem.

διότι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα Ἰούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν ἐν μαχαίραις.

0
5

I daću sve bogatstvo toga grada i sav trud njegov i sve što ima dragocjeno, i sve blago careva Judinijeh daću neprijateljima njihovijem u ruke, i razgrabiće i uzeti i odnijeti u Vavilon.

καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα.

0
6

I ti, Pashore, i svi koji žive u tvom domu otići ćete u ropstvo; i doći ćeš u Vavilon i ondje ćeš umrijeti i ondje ćeš biti pogreben ti i svi prijatelji tvoji, kojima si prorokovao lažno.

καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ καὶ ἐκεῖ ταφήσῃ, σὺ καὶ πάντες οἱ φίλοι σου, οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ.

0
7

Nagovarao si me, Gospode, i dadoh se nagovoriti; bio si jači od mene i nadvladao si me; na potsmijeh sam svaki dan, svak mi se potsmijeva.

Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·

0
8

Jer otkad govorim, vapijem, radi nasilja i pustošenja vičem, jer mi je riječ Gospodnja na porugu i na potsmijeh svaki dan.

ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου.

0
9

I rekoh: neću ga više pominjati, niti ću više govoriti u ime njegovo; ali bi u srcu mom kao oganj razgorio, zatvoren u kostima mojim, i umorih se zadržavajući ga, i ne mogoh više.

καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν.

0
10

Jer čujem poruge od mnogih, strah otsvuda: prokažite da prokažemo; svi koji bijahu u miru sa mnom, vrebaju da posrnem: da ako se prevari, te ćemo ga nadvladati i osvetićemo mu se.

ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν· ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ, πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.

0
11

Ali je Gospod sa mnom kao strašan junak; zato oni koji me gone spotaknuće se i neće nadvladati; posramiće se vrlo; jer neće biti srećni, sramota vječna neće se zaboraviti.

ὁ δὲ Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται.

0
12

Zato, Gospode nad vojskama, koji kušaš pravednika, koji vidiš bubrege i srce, daj da vidim tvoju osvetu na njima, jer tebi kazah parbu svoju.

Κύριε, δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου.

0
13

Pjevajte Gospodu, hvalite Gospoda, jer izbavi dušu siromahu iz ruke zlikovačke.

ᾌσατε τῷ Κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων.

0
14

Proklet da je dan u koji se rodih! dan, u koji me rodi mati moja, da nije blagosloven!

Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή.

0
15

Proklet da je čovjek koji javi ocu mojemu i vrlo ga obradova govoreći: rodi ti se sin.

ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων· ἐτέχθη σοι ἄρσην, εὐφραινόμενος.

0
16

I taj čovjek da bi bio kao gradovi koje Gospod zatr i ne bi mu žao! neka sluša viku ujutru i vrisku u podne,

ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη· ἀκουσάτω κραυγῆς τῷ πρωΐ καὶ ἀλαλαγμοῦ μεσημβρίας,

0
17

Što me ne usmrti u utrobi materinoj da bi mi mati moja bila grob, i utroba njezina da bi ostala dovijeka trudna.

ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήψεως αἰωνίας.

0
18

Zašto izidoh iz utrobe da vidim muku i žalost i da se svrše u sramoti dani moji?

ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;

0