Stari zavet
Riječ koja dođe Jeremiji od Gospoda kad posla k njemu car Sedekija Pashora sina Melhijina i Sofoniju sina Masijina sveštenika, i poruči:
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, ὅτε ἀπέστειλε πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκίας τὸν Πασχὼρ υἱὸν Μελχίου καὶ Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα λέγων·
Upitaj Gospoda za nas, jer Navuhodonosor car Vavilonski zavojšti na nas; eda bi nam učinio Gospod po svijem čudesima svojim, da otide od nas.
ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ' ἡμᾶς, εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφ' ἡμῶν.
A Jeremija im reče: ovako recite Sedekiji:
καὶ εἶπε πρὸς αὐτοὺς Ἱερεμίας· οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα Ἰούδα·
Ovako veli Gospod Bog Izrailjev: evo, ja ću okrenuti natrag oružje što je u vašim rukama, kojim se bijete s carem Vavilonskim i s Haldejcima koji su vas opkolili iza zidova, i skupiću ih usred toga grada.
τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ μεταστρέψω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους, καὶ συνάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης
I ja ću vojevati na vas rukom podignutom i mišicom krjepkom i gnjevom i jarošću i žestinom velikom.
καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης
I pobiću stanovnike toga grada, i ljude i stoku; od pomora velikoga pomrijeće.
καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καί τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται.
A poslije, veli Gospod, daću Sedekiju cara Judina i sluge njegove i narod, one koji ostanu u tom gradu od pomora, od mača i od gladi, u ruke Navuhodonosoru caru Vavilonskom i u ruke neprijateljima njihovijem i u ruke onima koji traže dušu njihovu, te će ih pobiti mačem, neće ih žaliti ni štedjeti niti će se smilovati.
καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπ' αὐτοῖς καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.
A narodu tome reci: ovako veli Gospod: evo ja stavljam pred vas put k životu i put k smrti.
καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου·
Ko ostane u tom gradu, poginuće od mača ili od gladi ili od pomora; a ko izađe i preda se Haldejcima koji su vas opkolili, ostaće živ, i duša će mu biti mjesto plijena.
ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται.
Jer okretoh lice svoje tome gradu na zlo a ne na dobro, govori Gospod; u ruke caru Vavilonskom biće predan, i on će ga spaliti ognjem.
διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτήν ἐν πυρί.
A za dom cara Judina čujte riječ Gospodnju:
ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε λόγον Κυρίου·
Dome Davidov, tako veli Gospod, sudite svako jutro, i kome se otima izbavljajte ga iz ruku nasilnikovijeh da ne izađe kao oganj gnjev moj i razgori se da ga niko ne može ugasiti za zloću djela vaših.
οἶκος Δαυίδ, τάδε λέγει Κύριος· κρίνατε πρωΐ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.
Evo me na tebe, koji sjediš u dolini, kao stijena u ravnici, govori Gospod, na vas, koji govorite: ko će doći na nas? i ko će ući u stanove naše?
ἰδοὺ ἐγὼ πρός σε τὸν κατοικοῦντα τὴν κοιλάδα Σόρ, τὴν πεδεινήν, τοὺς λέγοντας· τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν;
Jer ću vas pokarati po plodu djela vaših, veli Gospod, i raspaliću oganj u šumi njegovoj, koji će proždrijeti sve što je oko njega.
καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.