Novi zavet
I kad svrši Isus zapovijesti dvanaestorici učenika svojijeh, otide odande dalje da uči i da propovijeda po gradovima njihovijem.
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
A Jovan čuvši u tamnici djela Hristova posla dvojicu učenika svojijeh,
Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ
I reče mu: jesi li ti onaj što će doći, ili drugoga da čekamo?
εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
A Isus odgovarajući reče im: idite i kažite Jovanu što čujete i vidite:
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·
Slijepi progledaju i hromi hode, gubavi čiste se i gluhi čuju, mrtvi ustaju i siromašnima propovijeda se jevanđelje.
τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
I blago onome koji se ne sablazni o mene.
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
A kad ovi otidoše, poče Isus ljudima govoriti o Jovanu: šta ste izišli u pustinji da vidite? Trsku, koju ljulja vjetar?
Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
Ili šta ste izišli da vidite? Čovjeka u meke haljine obučena? Eto, koji meke haljine nose po carskijem su dvorovima.
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.
Ili šta ste izišli da vidite? Proroka? Da, ja vam kažem, i više od proroka.
ἀλλὰ τί ἐξήλθατε; προφήτην ἰδεῖν; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
Jer je ovo onaj za koga je pisano: eto, ja šaljem anđela svojega pred licem tvojijem, koji će pripraviti put tvoj pred tobom.
οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Zaista vam kažem: nijedan između rođenijeh od žena nije izišao veći od Jovana krstitelja; a najmanji u carstvu nebeskome veći je od njega.
ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
A od vremena Jovana krstitelja dosad carstvo nebesko na silu se uzima, i siledžije dobijaju ga.
ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
Jer su svi proroci i zakon proricali do Jovana.
πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν·
I ako hoćete vjerovati, on je Ilija što će doći.
καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.
Koji ima uši da čuje neka čuje.
ὁ ἔχων ὦτα ἀκουέτω.
Ali kakav ću kazati da je ovaj rod? On je kao djeca koja sjede po ulicama i viču svojijem drugovima,
Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις
I govore: svirasmo vam, i ne igraste; žalismo vam se, i ne jaukaste.
λέγουσιν· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε·
Jer Jovan dođe, koji ni jede ni pije, a oni kažu: đavo je u njemu.
ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει·
Dođe sin čovječij, koji i jede i pije, a oni kažu: gle čovjeka izjelice i pijanice, druga carinicima i grješnicima. I opravdaše premudrost djeca njezina.
ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ἔργων αὐτῆς.
Tada poče Isus vikati na gradove u kojima su se dogodila najveća čudesa njegova, pa se nijesu pokajali:
Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·
Teško tebi, Horazine! Teško tebi, Vitsaido! Jer da su u Tiru i Sidonu bila čudesa koja su bila u vama, davno bi se u vreći i pepelu pokajali.
Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
Ali vam kažem: Tiru i Sidonu lakše će biti u dan strašnoga suda nego vama.
πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
I ti, Kapernaume! koji si se do nebesa podigao do pakla ćeš propasti: jer da su u Sodomu bila čudesa što su u tebi bila, ostao bi do današnjeg dana.
καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
Ali vam kažem da će zemlji Sodomskoj lakše biti u dan strašnoga suda nego tebi.
πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
U to vrijeme odgovori Isus, i reče: hvalim te, oče, Gospode neba i zemlje, što si ovo sakrio od premudrijeh i razumnijeh a kazao si prostima.
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
Da, oče, jer je tako bila volja tvoja.
ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
Sve je meni predao otac moj, i niko ne zna sina do otac; niti oca ko zna do sin i ako kome sin hoće kazati.
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
Hodite k meni svi koji ste umorni i natovareni, i ja ću vas odmoriti.
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Uzmite jaram moj na sebe, i naučite se od mene; jer sam ja krotak i smjeran u srcu, i naći ćete pokoj dušama svojijem.
ἄρατε τὸν ζυγόν μου ἐφʼ ὑμᾶς καὶ μάθετε ἀπʼ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·
Jer je jaram moj blag, i breme je moje lako.
ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.